Τάχα δὴ ταῦτα μὲν ὡς συμβαλλόμενα θετέον, τὴν δʼ αἰτίαν τοῖς πρότερον ἀποδοτέον καί τι ἂν τῇ ὅλῃ τοῦ σώματος κράσει· πολλοὶ γὰρ τῶν γυμναζομένων καὶ δοκούντων εὖ ἔχειν βαρεῖς καὶ κακώδεις τοῖς ἱδρῶσιν· ἐπεὶ ὅτι γε τῇ καχεξία πολλαχόθεν φανερὸν, ἔκ τε τῶν καμνόντων καὶ ἐκ τῶν ἀφροδισιαζόντων πλείω ἕξιν ἐχόντων ἤδη καὶ τῶν θεραπευτῶν ἤδη ὅλως. Ἄτοπον δʼ ἂν δόξειε τοῦτο εἶναι καὶ ἐναντίωσίν τινʼ ἔχον πρὸς ταῦτα καὶ πρὸς τὸ καθόλου λεχθὲν, ὅτι οἱ περὶ ἥβην μάλιστα κακώδεις τοῖς ἱδρῶσι, προϊούσης δὲ τῆς ἡλικίας ἧττον, καὶ οἱ γέροντες οὐδαμῶς· * ἀλλʼ ἡ βαρύτης τοῦ χρώματος. Καίτοι πεπτικωτάτη ἡ ἡλικία τῶν ἐν ἥβῃ· σημεῖον δὲ τὸ τῆς αὐξήσεως· ἡ δὲ τῶν πρεσβυτέρων ἧττον· τῶν δʼ ἤδη γερόντων παντελῶς. Αἴτιον δʼ ὅτι πρὸς τὰ ἀφροδίσια μάλιστʼ ἐν ὁρμῇ οἱ ἐν ἥβῃ καὶ τῶν πόρων ἄνοιξις καὶ μεταβολὴ, πάντα δὲ ταῦτα σύνεργα πρὸς κακωδίαν· ἡ δὲ τῶν πρεσβυτέρων οἷά τις ἕξις ἤδη καὶ μένουσα· ἡ δὲ τῶν γερόντων διὰ μανότητα καὶ εὔπνοιαν διὸ καὶ οὐδὲ περιττωματική· ἅμα δὲ καὶ εὔπνουν ἔχουσι τὸ σῶμα καὶ ἀπερίττωτον οὐδ ὲν ἐκυ κρίν εται τοιοῦτον ἀφʼ οὗ γίγνοιτʼ ἂν τὸ κακῶδες. Ἐπεὶ καὶ διὰ τοῦτο καὶ ἐκ τῆς κεφαλῆς ἄοσμος ἢ ἧττόν γε τοῦ ἐκ τοῦ σώματος ὅτι εὔπνους ἡ κεφαλή· δηλοῖ δὲ ἡ τῶν τριχῶν ἔκφυσις τὴν μανότητα. Δυσώδεις δὲ οἱ τόποι καὶ τὰ ἐν αὐτοῖς ὅσα μὴ εὔπνοα· σήπεται γὰρ, ἡ δὲ κακωδία σῆψίς τις. Διὸ ὁ ἐκ τῶν μασχαλῶν ἱδρὼς καὶ ὅλως ὁ ἐκ τῶν κοίλων κακωδέστατος· καίτοι μανοί γε οἱ τόποι, ἀλλʼ ἡ κατάπνιξις καὶ ἡ κοιλία ποιεῖ τὴν κακωδίαν. Ταὐτὸ δὲ πέπονθεν ὁ τόπος ὁ τοιοῦτος καὶ ὅλον τὸ σῶμα πρὸς τὴν κακωδίαν· ἀπεψία γὰρ κἀκεῖ γίνεται. Τὴν δὲ διὰ τὸ πήγανον κακωδίαν καὶ ὑπὸ μύρων ἐνίων ὅταν ἀναδιδῶσι, καὶ γὰρ τοῦτο συμβαίνει, λεκτέον· ὑπὲρ ὧν γίγνεται δὲ καὶ ὁ μὲν θερμὸς, ὁ δὲ ψυχρὸς ἱδρὼς, ὁ μὲν ὥσπερ πεπεμμένος, ὁ δʼ ἄπεπτος. Ἡ δʼ ἀπεψία διαφέρει τῆς εἰς τὴν κακωδίαν· αὕτη μὲν γὰρ ἔοικε κατεργασίᾳ τινὶ καὶ μεταβολῆ τῆς ὑγρότητος, ἐκείνη δὲ μεταβολῇ μέν τινι καὶ ἀλλοιώσει οὐ φυσικῇ δὲ οὐδὲ κατακεκρατημένῃ καθάπερ οὐδὲ τὰ τῆς κοιλίας περιττώματα δυσώδη.