Ἄτοπον δʼ ὅτι οἱ ἀγωνιῶντες τοὺς πόδας ἱδρῶσι, τὸ δὲ πρόσωπον οὔ. Καίτοι μᾶλλον εὔλογον τὸ μάλισθʼ ἱδρωτικὸν καὶ μὴ τὸ ἥκιστα. Τὸ δ' αἴτιον ὅτι ἡ ἀγωνία ἐστὶν οὐ μετάαὔξησις καθάπερ ἐν τῷ θυμῷ· καὶ γὰρ ὁ θυμὸς ζέσις τοῦ περὶ τὴν καρδίαν θερμοῦ· καὶ ἀγωνιῶντες δὲ οὐ διὰ φόβον τοῦτο πάσχουσιν ἀλλὰ διὰ τὸ μᾶλλον ἐκθερμαίνεσθαι. Διὸ τὸ μὲν πρόσωπον ἐξέρυθροι γίνονται, ξηραίνει γὰρ ἡ θερμότης ἐπιπολάζουσα τὸ ἐν τῷ προσώπῳ ὑγρὸν τὸ δʼ ἐν τοῖς ποσὶ συντήκει διὰ τὸ ἐλάττω μὲν εἶναι ὥστε ξηρᾶναι πλείω δὲ τῆς ἐμφύτου καὶ προϋπαρχούσης. Ἐνίοις δʼ ἱδροῦσιν ἂν ψυχθῶσιν ἢ πνεύματι ἢ ὕδατι συμβαίνει ναυτιᾶν οὐκ ἀλόγως· καὶ ὅτι τὸ ὑγρὸν ψυχθὲν ἀθρόον ἔστη πρότερον οὐκ ἠρεμοῦν, καὶ ὅτι τὸ πνεῦμα τὸ διιὸν ἔξω καὶ γινόμενον ἱδρὼς διὰ τὴν ψύξιν, τοῦτο ἔσω ψυχθὲν πρὶν ἐξελθεῖν ὑγρὸν ἐγένετο καὶ προσπεσὸν τῷ ἀναπνευστικῷ τόπῳ ποιεῖ τὴν ναυτίαν. Οἱ δʼ ἐν ἱματίῳ δρόμοι καὶ ἱδρῶτες καὶ ἐλαίου ἀλείψεις εἰς ἱμάτιον ἄχρους ποιοῦσι διότι ἡ εὔχροια γίνεται διʼ εὔπνοιαν, ἡ δʼ ἄχροια διὰ τὴν κατάπνιξιν· συνθερμαινόμενον γὰρ καὶ μὴ διαψυχόμενον τὸ ἐπιπολῆς ὑγρὸν ἄχροιαν ποιεῖ. Τοῦτο δὲ συμβαίνει καὶ ἐκ τῶν δρόμων καὶ ἐκ τῆς ὑπαλείψεως· οἱ δὲ γυμνοὶ δρόμοι διὰ τοὐναντίον εὔ̔ χροιαν· καταψύχει γὰρ ὁ ἀὴρ τὰς συνισταμένας ἐκκρίσεις καὶ διαπνεῖ. Ἐν δὲ τοῖς ὕπνοις οἱ ἱδρῶτες μᾶλλον ἢ ἐγρηγορόσιν ὅτι ὑγρότατα καὶ θερμότατα πάντα διὰ τὴν ἀντιπερίστασιν· ἐξ ἀμφοῖν δὲ τούτοιν ἱδρὼς ὥσπερ εἴρηται πολλάκις.