<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0093.tlg010x06.1st1K-grc1"><div type="textpart" subtype="section" n="31"><p>Οἱ δὲ γυμναζόμενοι διαλιπόντες τὸ τρέχειν ἢ παλαίειν μᾶλλον ἱδροῦσιν ἢ ἐὰν συνεχῶς, ὅτι συναθροίζεται διαπαυομένων ἡ ὑγρότης. Εἶτα ταύτην ἐξάγει ὕστερον ἡ πάλη καὶ ὁ δρόμος· ἡ δὲ συνεχὴς ἀναξηραίνει καθάπερ ὁ ἥλιος καὶ τὰ πνεύματα. </p></div><div type="textpart" subtype="section" n="32"><p>Διότι μᾶλλον ἱδροῦσι τὰ ὄπισθεν τῶν ἔμπροσθεν, καίτοι θερμότης καὶ ὑγρότης πλείων ἐν τοῖς ἔμπροσθεν <gap reason="lost" rend=" ... "/> ὅτι διά τε τὴν πάλην καὶ τὴν τρίψιν ἧττον κωλύεται καὶ διάτασις ἐκ τῶν <pb facs="uiug.30112023840660-1583374486redo_0435"/> ἄνω μᾶλλον· ὅτι ὅπου πόνος ἐνταῦθα καὶ ἱδρώς. Ἅμα δὲ καὶ ἡ διάτασις τοῦ πνεύματος ἐξωθεῖ μᾶλλον, ὥσθʼ ὅταν ἀνεθῇ πλεῖον καὶ ἀθροωτέρως ἐκεῖθεν. </p></div><div type="textpart" subtype="section" n="33"><p>Τὸ δὲ πρόσωπον μάλισθʼ ἱδρῶσιν ἀσαρκότερον ὂν καὶ ἥκιστα πονοῦν ὅτι καὶ ἡ κεφαλὴ ὑγρὰ καὶ μανή· ὑγρότητος δὲ καὶ μανότητος ἄλλα τε πολλὰ σημεῖα καὶ ὁ ἐγκέφαλος καὶ ἡ τριχῶν ἔκφυσις, ὁ μὲν τὸ ὑγρὸν αἱ δὲ τὸ μανὸν ἀποδηλοῦσαι, διὸ καὶ πρῶτον καὶ μάλισθʼ ἱδρῶσι τὸ μετῶπον· τοῦτο γὰρ ὑπὸ τὸν ἐγκέφαλον. Ἕτι δʼ ἡ τοῦ πνεύματος κάθεξις διατείνεταί πως εἰς τὴν κεφαλήν. </p></div><div type="textpart" subtype="section" n="34"><p>Ὅτι δὲ τὰς χεῖρας τρίβοντες μάλισθʼ ἱδροῦσιν ἂν τἆλλα ὁμοιοσχημονῶσιν κατὰ συμβεβηκός πως τὴν αἰτίαν ληπτέον. Ἰσχύουσι γὰρ μάλιστα τῶ τόπῳ· τὸ γὰρ πνεῦμα τούτῳ κατέχουσι τῷ ἐγγυτάτῳ τοῦ ἰσχύοντος· πονοῦντες δὲ μᾶλλον ἰσχύουσιν· οὕτω δʼ ἔχοντες τὸ πνεῦμα μᾶλλον κατέχουσιν. Εἶτα καὶ τῇ χειρὶ τριβομένῃ συμπονοῦμεν μᾶλλον ἢ ὅταν ἄλλο τι μέρος τριβώμεθα· τῇ γὰρ καθέξει τοῦ πνεύματος καὶ τριβόμενοι γυμναζόμεθα καὶ τρίβοντες <add>διὸ καὶ</add> μᾶλλον ἱδροῦμεν. </p></div><div type="textpart" subtype="section" n="35"><p>Καὶ ὅταν τοὺς πόδας καὶ τὰς κνήμας ἐν τῷ ὕδατι ἔχωσιν <add>ἧττον ἱδροῦσιν</add> ἢ ὅταν τὸ ἄλλο σῶμα διὰ τὰ προειρημένα· κωλύει γὰρ τὸ ὕδωρ τὸν ἱδρῶτα <gap reason="lost" rend=" ... "/> καὶ ὅτι διαθερμαινομένων τούτων καὶ τὰ ἄνω συνθερμαίνεται· οἱ δʼ ἱδρῶτες ὅπου θερμὸν καὶ ὑγρόν. </p></div></div></body></text></TEI>