Ἔπειτα δὲ ἡἀπόκρισις ἡ ὑπὸ τῆς θερμότητος γινομένη τοῦ ὑγροῦ πνεύματος διὰ τῶν πόρων ἐξάγεται πρὸς τὸ ἐπιπολῆς· ὅταν δὲ παύσηται πονῶν ἥ τε θερμότης ἅμα λήγει καὶ ἐκ τοῦ πνεύματος ἀποψυχομένου γίνεται ὑγρότης ὁ καλούμενος ἱδρὼς, ὥστε καὶ πλεῖον καὶ ῥᾷον ἐκπίπτειν. Μετὰ δὲ τοὺς δρόμους καὶ τοὺς πόνους ἐν τῇ σκιᾷ μᾶλλον ἱδροῦσιν ἢ ἐν τῷ ἡλίῳ διὰ τὸ τὸν ἥλιον ἀναξηραίνειν καὶ πυκνοῦν τοὺς πόρους· ὅλως γὰρ οὔτε πολὺ τὸ θερμὸν ἄγαν οὔτε ὀλίγον δεῖ τὸ ἐκτὸς εἶναι· τὸ μὲν γὰρ οὐ κινεῖ τὸ δʼ ἀναξηραίνει. Διὸ καὶ εἴ τις ἄγαν ἐγγὺς ἵσταται τοῦ πυρὸς ἧττον ἂν ἰδίσειεν, καὶ ἐν τοῖς ἀλειπτηρίοις ἐὰν μὲν εὐθὺς ποιήσῃ τις πολὺ πῦρ ἧττον ἱδρώσειεν, ἐὰν δʼ ὕστερον εἰσενέγκῃ μᾶλλον· προοδοποιουμένου μὲν γὰρ καὶ παρορμῶντος τοῦ σώματος συνερχεῖ καὶ τὸ ἐπεισελθὸν, ἐκεῖνο δʼ οὐ δύναται τὸ πλεῖον διʼ ἀσθένειαν. Ταὐτὸ δέ πως καὶ τοῖς διῃρημένοις καὶ ὅτι τρέχοντες ἧττον ἱδρῶσιν ἢ παυσάμενοι· τὸ μὲν γὰρ ἥ τε τοῦ πνεύματος κάθεξις καὶ ἡ τοῦ ἀέρος κίνησις κωλύει· ποιεῖ μὲν γὰρ οἷον μον αὐτὸς αὑτῷ. Παυσαμένου δὲ καὶ στάντος ἀμφότερα θήγει καὶ οὐθὲν κωλύει· οἱ δὲ τὰ κάτω μέρη τοῦ σώματος θερμῷ ὕδατι ἐμβαλόντες οὐχ ἱδρῶσιν ὅτι κωλύει τὸ ὕδωρ τὴν τῆξιν· ὁ δὲ ἱδρὼς τῆξίς τίς ἐστι τῶν οἷον κακῶς προσῳκοδομημένων ταῖς σαρξὶν ὅταν ἐκκρίνηται διὰ τὸ θερμόν.