Πρὸς ἅπαντα δὲ τοιαῦτα συμφέρει τὸ μὴ ἐρεθίζειν μηδὲ κινεῖν ἀλλʼ ἐᾶν ἀποκαταστῆναι· συνεκκαλεῖσθαι γάρ ἐστι κινοῦντα τὴν ὁρμὴν, ὅπερ καὶ πρὸς τὰ ἐξαιρόμενα συμβαίνει. Πολλάκις γὰρ διὰ τὴν ἁλμυρίδα τὴν ἀπὸ τοῦ ἱδρῶτος γινομένην ἐρεθισμῷ τινὶ κνησμώδει καὶ ἐπάρσεις τινὲς ἰονθώδεις γίνονται πρὸς ἃς οὐ συμφέρει τὸ κινεῖν οὔτε * ταύτῃ ποιούμενον τὴν ἔκκρισιν οὔτε δριμύτητι χυλῶν οἷον ὀξεῖ καὶ στρυφνῷ καὶ ἁλυκῷ κατέχειν πειρώμενον οὐδὲ θερμολουσίᾳ ἢ ψυχρολουσίᾳ χρώμενον ἀλλὰ πυριάσει χλιαρῇ μὴ πολλῇ. Καθίστησι γὰρ αὕτη μάλιστα τἆλλα δὲ ἐρεθίζει καὶ κινεῖ. Ταῦτα μὲν οὖν ὥσπερ εἴρηται διὰ καχεξίαν καὶ διʼ ὑπερβολὴν ἐνίοτε πόνων γίνεται· καὶ γὰρ ἐνταῦθα συμμετρία τίς ἐστι τῆς ἐκκρίσεως ὥσπερ καὶ κατὰ τοὺς ἄλλους πόνους. Οἱ δʼ ἄγαν ἐνδιδόντες ἑαυτοὺς ὥσπερ συντήκουσι τοῦτο ποιοῦσιν, ὡς Ἀντιφάνης ὁ Δήλιος καὶ Ὑριάδας. Διὰ τί δʼ οἱ παῖδες δυσιδρῶτες τῶν ἀνδρῶν μᾶλλον καὶ μάλιστα δὴ τὰ παιδία καίπερ θερμὰ τὴν φύσιν ὄντα καὶ ὑγρὰ καὶ τοῦ ἱδρῶτος ἐκ τούτων πως γινομένου τήνδε τὴν αἰτίαν ὑποληπτέον, ὅτι πυκνὸς ὁ χρὼς τῶν παίδων, πυκνότατος δʼ ὁ τῶν παιδίων, ὥσπερ συγκεκλειμένους ἔχων τοὺς πόρους. Ἔτι δὲ ἡ θερμότης ἐπικρατοῦσα πέττει διὰ τὴν αὔξησιν· ἐὰν δέ τι καὶ γίνηται περίττωμα τοῦτο ἐκκρίνεται κατὰ κοιλίαν· εὔρους γὰρ καὶ ὡς ἐπίπαν ὑγροτέρα ἡ τῶν παιδίων, οἱ δὲ γέροντες μανόχροοι μὲν, ἀλλὰ ξηροί. Δεῖ δὲ τῷ ἱδρῶτι καθάπερ ὕλην τινὰ ὑπάρχειν τὸ ὑγρόν· ἄλλως τε καὶ αὐτὸ τὸ εὔπνουν καὶ μανὸν ἱκανὴν ποιεῖ τὴν ἔκκρισιν ἀεί τε συνεχὲς ὂν καὶ μὴ πολλῶν ἐνυπαρχόντων τῶν ὑγρῶν . Ὥστε πλείων ἡ ξηρότης καὶ τὸ μὴ εὔϊδρον· ἢ γὰρ κατʼ ἄλλον τρόπον ἀπέρασις ἢ κατὰ τὸν αὐτὸν, ἑκατέρα δὲ κωλύει τοὺς ἱδρῶτας. Διὰ τοῦτο γὰρ καὶ ὧν αἱ κοιλίαι ὑγραὶ καὶ οἵς εἰς κύστιν ἡ ἐπίρροια πλείων δυσίδρωτες ὅτι πᾶν τὸ ὑγρὸν ἐνταῦθʼ ὥρμηκεν· οἷς δὲ πάλιν ἐπίσχεται τὸ τῆς κοιλίας καὶ κύστεως οὗτοι δὲ εὐΐδρωτες μᾶλλον. Ἡ γὰρ ἐνταῦθα μεριζομένη περίττωσις ἀναφέρεται πρὸς τὰς σάρκας καὶ εἰς τοὺς ἄνω τόπους· ἐπεὶ καὶ ἀπέπτων τῶν σιτίων ὄντων καὶ ἀγρυπνήσαντες εὐΐδρωτες μᾶλλον, ὅτι συμβαίνει τὴν πέψιν διαμερίζειν τὴν ὑγρότητα καὶ τὸν ὕπνον ἐκπέττειν· ἐκ ξηροῦ δʼ οὐκ ἔστιν ἱδρώς.