Διότιμος δʼ ἔλεγεν ὁ γυμναστὴς ὅτι τρεῖς τινὲς διαφοραὶ τῶν ἱδρώτων εἰσὶν ἀρχομένων τε καὶ μεσούντων καὶ ληγόντων· αὗται μὲν οὖν αἱ διαφοραὶ γίγνονται τῇ τε τῶν πόνων ἐπιτάσει καὶ τῇ τοῦ σώματος ἀλλοιώσει. Δῆλον γὰρ ὡς ἀπὸ τῆς ἀνομοίας διαθέσεως ἀνόμοιον καὶ τὸ αἴτιον· ἐπεὶ καὶ λεπτότης τις καὶ παχύτης ἐστὶν ἐν τοῖς ἱδρῶσιν· ὁ μὲν γὰρ ἐπιπολαῖος καὶ πρῶτος ὑδατώδης τις καὶ λεπτὸς, ὁ δʼ ἐκ βάθους μᾶλλον βαρύτερος ὥσπερ συντηκομένης τῆς σαρκός. Ἤδη δέ τινές φασι καὶ αἵματι εἰκάσθαι, καθάπερ Μονᾶς ἔλεγεν ὁ ἰατρὸς, δῆλον ὡς ἐπισπασθείσης πλείονος ὑγρότητος ἐκ τῶν φλεβῶν, γὰρ καὶ αὐτὸ τὸ αἷμα γίνεται ἄπεπτον. Ἁπλῶς δὲ τοῦτό γε ὥσπερ πολλάκις εἴρηται καὶ ἐπὶ πάντων ἐστὶν ἀληθὲς ὅτι κατὰ τὰς ἕξεις τῶν σωμάτων ἡ ἔκκρισις ἀεὶ τῶν περιττωμάτων γίγνεται. Ἐπεὶ διὰ τοῦτο ἔνιοι ὅταν πλείω πονήσωσιν ἕλκη ἔχουσι· διὰ γὰρ τὴν ἀκαθαρσίαν τοῦ σώματος ἡ κίνησις προσοῦσα καὶ θερμαίνουσα συνεξικμάζει τὰ περιττώματα μετὰ τοῦ ἱδρῶτος ἅπερ ἐνίοτε παχέα ὄντα καὶ χυλοὺς ἔχοντα μοχθηροὺς, οἷον ὀξεῖς καὶ ἁλμυροὺς καὶ πικροὺς, ἐκκρίνεσθαι μὲν οὐ δύναται διὰ τὸ πάχος, ἐξαίρεται δὲ καὶ ἐξελκοῖ τὴν σάρκα διὰ τὴν πικρότητα τοῦ χυλοῦ. Παραπλήσιον δὲ τρόπον τινὰ τούτῳ καὶ τὸ περὶ τὴν ψώραν καὶ τοὺς λειχῆνας καὶ λέπραν καὶ ὅλως ὅσα ἐκφύματα γίγνεται· καὶ γὰρ ἐν τούτοις ἀπέπτου τινὸς χυλοῦ καὶ περιττώματος ἐκκρίσις τὸ ἐπιπολῆς ἐστὶν ὧν πειρῶνται καθάρσει κατʼ ἄλλον τόπον ἀντισπῶντες καὶ ἀντικαθιστάντες παῦλάν τινα ποιεῖν. Ἀλλὰ περὶ μὲν τούτων καὶ πόσα καὶ ποῖα καὶ τί διαφέροντα καθʼ αὑτὰ χρὴ θεωρεῖν. Ὅτι δὲ διὰ καχεξίαν τινὰ καὶ ἡ τῶν τοιούτων ἔκκρισις φανερὸν ἐκ τῶν εἰρημένων· οὐ γὰρ ὅτι ταῦτα πόνου προσδεῖται καὶ τῆς ἔξωθεν κινήσεως ἀλλὰ τὰ μὲν αὐτῶν διωθεῖται ὑπὸ τῶν κρατούντων· συμβαίνει γὰρ τὰ μὲν τῇ ὥρᾳ κρινόμενα τὰ δὲ τῇ κινήσει καὶ τῇ ἐκ ταύτης θερμότητι ποιεῖσθαι τὴν ἔκκρισιν, τὰ δʼ ἤδη διὰ πλῆθος ἀπέπτων ἢ τοῦ αἰτίου γέ τι χυλοῦ καθʼ ἕκαστον. Ὅτι δὲ κινήσεις καὶ οἱ πόνοι ποιοῦσιν ἐνίοις τὰ τοιαῦτα φανερὸν καὶ ἐκ τῶν ἐνοδίων καλουμένων, ἃ γίνεται πολλοῖς ὅταν εἰς ὁδὸν ἐμπέσωσι, μάλιστα μὲν ἐπὶ τοὺς μηροὺς ὁτὲ δὲ καὶ ἐπὶ πλεῖον· ἔστι δὲ οἷς καὶ αἱ κνῆμαι παραπίμπρανται.