Ὁ ἱδρὼς πότερον ἐξ ὑγρότητος εὐθὺς ἐκκρινομένης γίνεται ἢ πνεύματος συμφύτου διιόντος διὰ τῆς σαρκὸς εἴ γʼ ἔξω πήγνυται καὶ συνίσταται καταψυχόμενος, ἕτερος ἔστω ἐν ἄλλοις λόγος. Διότι δὲ ἁλμυρὸς ἢ ὀξὺς ἢ κακώδης ἢ τὰς ἄλλας ἔχων διαφορὰς νῦν πειρατέον θεωρεῖν. Ἁλμυρὸς μὲν οὖν γίνεται διότι τὸ ἀλλότριον ἐκκρίνεται, πρὸς φύσιν τῆς σαρκὸς ἐξανηλωμένου τοῦ γλυκυτάτου καὶ κουφοτάτου· τὸ γὰρ τοιοῦτον ἐν μὲν τῇ ὑποστάσει τῇ κατὰ τὴν κύστιν οὖρον, ἐν δὲ τῇ σαρκὶ ἱδρὼς καλεῖται· πλὴν ὅτι συμβαίνει τὸ μὲν αὐωτομάτως καὶ οἷον αὐτῆς τῆς φύεως ἐργαζομένης ὑφίστασθαι, τὸν ἱδρῶτα δʼ ἐκκρίνεσθαι διὰ τὴν κίνησιν ἢ πόνον ἢ ἁπλῶς τὴν τοῦ θερμοῦ καὶ πνεύματος δύναμιν, διὸ καὶ τὸ μὲν ἀεὶ τὸ δʼ οὐκ ἀεί. Συνεχὴς δʼ οὐχ ἧττον ἡ τοῦ πνεύματος ἔκκρισις, ἄφαντος δὲ τῇ αἰσθήσει καθάπερ ἀτμίζοντος ἀεὶ τοῦ σώματος. Ἁλμυρὸς δὲ ὅτι ἄπεπτος, τὸ δὲ πεπεμμένον γλυκὺ, τὸ δʼ ἐπιπολῆς ὑδατῶδες ὥσπερ τὸ φλέγμα καὶ δάκρυον. Τάχα δὲ ταῦτα μὲν εὐλόγως, τὸ μὲν ὅτι ἀπὸ τῆς τροφῆς, τὸ δʼ ὅτι ἀπὸ τῶν περὶ τὸν ἐγκέφαλον. Ὁ δʼ ἱδρὼς κἁθάπερ ἐκ σαρκὸς καὶ φλεβὸς ἐν οἶς ἤδη μεταβολὴ τῆς τροφῆς, καὶ τύπῳ τοιαύτη καὶ οὕτως ὥσπερ κατὰ τὸν ἐγκέφαλον. Ἐπεὶ καὶ ἐνταῦθʼ ὅταν ἐκ συντήξεως ἢ ἄλλου τινὸς πάθους γένηται ἁλμυρὸν τὸ πτύελον καὶ τὸ δάκρυον. Ἢ τούτῳ μὲν μαρτυρεῖ τῷ λόγῳ τὸ πρότερον ὅτι ἱδρὼς πᾶς ἁλμυρός. Εἰ δὲ πορρωτέρωθεν ἁλυκώτερος * οὗτος δὲ μᾶλλον τῇ προσφύσει δόξειεν, οὐκ ἂν τοῦ ἀλυσιτελοῦς ἡ ἔκκρισις εἴη. Τὸ δὲ ἁλμυρὸν πᾶν ἀλλότριον. Ὑπὲρ μὲν οὖν τούτων σκεπτέον· ἔοικε γὰρ ὁ μέν τις τοιοῦτος, ὁ δʼ οὐ τοιοῦτος εἶναι τῶν ἱδρώτων. Ἢ τό γε μᾶλλον καὶ ἧττον φανερῶς. Ἀκόλουθον δέ πως τούτοις ἐστὶ καὶ αἰτίας σχεδὸν τῆς αὐτῆς καὶ ὅτι ὁ μὲν κακώδης ὁ δʼ ἄοσμος ἐνίοις δʼ ὀξὺς τῇ ὀσμῇ, καὶ ἄλλοι δὲ τρόποι τῆς κακωδίας· ἅπτονται γὰρ ταῦτα ὡς γένει λαβεῖν ἀπεψίας. Τῆς δʼ ἀπεψίας ὁτὲ μὲν ἀκαθαρσίᾳ τῆς κοιλίας, ὁτὲ δὲ ὅλως καχεξία τις αἰτία. Πολλάκις δὲ καὶ βρωμάτων τινὲς προσφοραί· καὶ γὰρ ταῦτα ποιεῖ τινὰ δυσωδίαν ὥσπερ καὶ τὸ πήγανόν φασι.