Ἰλιγγιῶσι δὲ καὶ οἱ τὰ ὑψηλὰ καὶ τὰ μεγάλα καὶ ἀπότομα ἀποβλέποντες διὰ τὸ συμβαίνειν μακρὰν ἀποτεινομένην σείεσθαι καὶ κραδαίνεσθαι τὴν ὄψιν· σειομένη δὲ οὕτως καὶ κινουμένη ταράττει καὶ κινεῖ τὰ ἐντός. Ἀναβλέπουσι δʼ οὐ συμβαίνει τοῦτο διὰ τὸ μὴ ὡς ἀποτείνειν μακρὰν ἀλλʼ ἀποτέμνεσθαι ἐν τῷ φωτί. Γίνεται δʼ ἴλιγγος καὶ ὅταν εἰς τὸ αὐτὸ βλέπωσι καὶ ἐπατενίζωσιν. Ὃ καὶ ἐπαπορεῖται διὰ τί ποτε κινουμένης κύκλῳ τῆς ὄψεως καὶ ἠρεμούσης συμβαίνει τὸ αὐτὸ πάθος· ἄτοπον γὰρ τὸ ὑπʼ ἐναντίων. Αἴτιον δὲ τοῦ μὲν ἐν τῇ κυκλοφορίᾳ τὸ εἰρημένον, τοῦ δʼ ἐν τῇ ἐπιστάσει καὶ τῷ ἀτενισμῷ, διότι τὰ ἐν τῷ κινεῖσθαι σωζόμενα διίστησι καὶ ἡ στάσις· τῆς ὄψεως δὲ στάσης, ἑνὸς μοοίου, καὶ τἆλλα τὰ συνεχῆ ἐν τῷ ἐγκεφάλῳ ἵσταται· διιστάμενα δὲ καὶ χωριζόμενα τὰ βαρέα καταβαρύνει καὶ ποιεῖ τὸν ἴλιγγον. Τὰ γὰρ πεφυκότα κινεῖσθαι τήνδε τὴν κίνησιν σώζεται καὶ συμμένει διὰ ταύτην· εἰ δὲ μὴ, καθάπερ Ἡράκλειτός φησι, καὶ ὁ κυκεὼν διίσταται μὴ κινούμενος. Εἴη δʼ ἂν καὶ τῇ κυκλοφορίᾳ αὐτὸ τοῦτʼ ἀποδιδόναι· διίστησι γὰρ ἡ δίνη τά τε βαρέα καὶ κοῦφα δέον ἅμα εἶναι τὰ μὲν εἰς τὸ μέσον ἄγουσα τὰ δʼ εἰς τὸ ἔσχατον. Ποιεῖ δὲ καὶ τὸ κύπτειν ἰλίγγους διὰ τοῦτο· χωρίζεται γὰρ τὰ βαρέα καὶ ἐλαφρὰ, τὰ μὲν ἄνω τὰ δὲ κάτω· δεῖ δὲ ἅμα εἶναι καθάπερ ἐλέχθη.