Ὅτι δὲ διὰ τὴν τῆς ὄψεως κίνησιν ἰλιγγιᾶν συμβαίνει φανερὸν ἐκ πολλῶν. Οἵ τε γὰρ πλέοντες θᾶττον καὶ μᾶλλον ἰλιγγιῶσιν ὅταν ἐμβλέπωσι τοῖς κύμασι καὶ τῇ τῶν * ὅλων ἄστρων κινήσει, διὸ καὶ ἐγκαλύπτονται τοῦτʼ εὐλαβούμενοι· καὶ οἱ τὰς αἰώρας καὶ τοὺς τροχοὺς θεωροῦντες ἢ καὶ συμπεριφέροντες τὴν ὄψιν ταχὺ σκοτοῦνται· συμβαίνει γὰρ κινουμένην κύκλῳ τὴν ὄψιν κινεῖν τὰ ἐντὸς ἀνωμάλως καὶ ταράττειν.