Καὶ οἱ εἰς τὰ ἀρίστερα θέοντες ἔτι μᾶλλον ἔσω νεύουσι καὶ ὀξυτέραν ποιοῦσι γωνίαν πρὸς τὸν κύκλον· ἐμβριθέστερα γὰρ ὄντα τὰ δεξιὰ προσβιάζεται μᾶλλον ἐντὸς διὰ τὴν ἀσθένειαν τῶν ἀριστερῶν. Καὶ ἐὰν μετὰ πολλῶν θέωσι μᾶλλον καὶ θᾶττον ἢ μόνοι· πρὸς γὰρ τῇ κύκλῳ περιφορᾷ καὶ ἡ ὄψις αὐτὴ προσβάλλουσα τοῖς θέουσι καὶ συνεχὴς οὖσα ἐν τῷ ἐγκεφάλῳ ποιεῖ τινὰ κίνησιν ἑτέραν καὶ ταραχήν· ἀπὸ γὰρ τῶν ἔξω διαδίδοται καὶ πρὸς τὰ ἐντός· ὥστʼ ἐπεὶ καὶ ἑκάτερον ποιεῖ τὸν ἴλιγγον, οἷον ἥ τε κύκλῳ κίνησις τῆς κεφαλῆς καὶ ἡ ὄψις συνεχῶς βλέπουσα τὸ κύκλῳ κινούμενον ἐξ ἀμφοτέρων εὔλογον θᾶττον καὶ μᾶλλον γίνεσθαι τὸ πάθος.