Καὶ οἱ εἰς τὰ ἀρίστερα θέοντες ἔτι μᾶλλον ἔσω νεύουσι καὶ ὀξυτέραν ποιοῦσι γωνίαν πρὸς τὸν κύκλον· ἐμβριθέστερα γὰρ ὄντα τὰ δεξιὰ προσβιάζεται μᾶλλον ἐντὸς διὰ τὴν ἀσθένειαν τῶν ἀριστερῶν. Καὶ ἐὰν μετὰ πολλῶν θέωσι μᾶλλον καὶ θᾶττον ἢ μόνοι· πρὸς γὰρ τῇ κύκλῳ περιφορᾷ καὶ ἡ ὄψις αὐτὴ προσβάλλουσα τοῖς θέουσι καὶ συνεχὴς οὖσα ἐν τῷ ἐγκεφάλῳ ποιεῖ τινὰ κίνησιν ἑτέραν καὶ ταραχήν· ἀπὸ γὰρ τῶν ἔξω διαδίδοται καὶ πρὸς τὰ ἐντός· ὥστʼ ἐπεὶ καὶ ἑκάτερον ποιεῖ τὸν ἴλιγγον, οἷον ἥ τε κύκλῳ κίνησις τῆς κεφαλῆς καὶ ἡ ὄψις συνεχῶς βλέπουσα τὸ κύκλῳ κινούμενον ἐξ ἀμφοτέρων εὔλογον θᾶττον καὶ μᾶλλον γίνεσθαι τὸ πάθος. Ὅτι δὲ διὰ τὴν τῆς ὄψεως κίνησιν ἰλιγγιᾶν συμβαίνει φανερὸν ἐκ πολλῶν. Οἵ τε γὰρ πλέοντες θᾶττον καὶ μᾶλλον ἰλιγγιῶσιν ὅταν ἐμβλέπωσι τοῖς κύμασι καὶ τῇ τῶν * ὅλων ἄστρων κινήσει, διὸ καὶ ἐγκαλύπτονται τοῦτʼ εὐλαβούμενοι· καὶ οἱ τὰς αἰώρας καὶ τοὺς τροχοὺς θεωροῦντες ἢ καὶ συμπεριφέροντες τὴν ὄψιν ταχὺ σκοτοῦνται· συμβαίνει γὰρ κινουμένην κύκλῳ τὴν ὄψιν κινεῖν τὰ ἐντὸς ἀνωμάλως καὶ ταράττειν. Ἰλιγγιῶσι δὲ καὶ οἱ τὰ ὑψηλὰ καὶ τὰ μεγάλα καὶ ἀπότομα ἀποβλέποντες διὰ τὸ συμβαίνειν μακρὰν ἀποτεινομένην σείεσθαι καὶ κραδαίνεσθαι τὴν ὄψιν· σειομένη δὲ οὕτως καὶ κινουμένη ταράττει καὶ κινεῖ τὰ ἐντός. Ἀναβλέπουσι δʼ οὐ συμβαίνει τοῦτο διὰ τὸ μὴ ὡς ἀποτείνειν μακρὰν ἀλλʼ ἀποτέμνεσθαι ἐν τῷ φωτί. Γίνεται δʼ ἴλιγγος καὶ ὅταν εἰς τὸ αὐτὸ βλέπωσι καὶ ἐπατενίζωσιν. Ὃ καὶ ἐπαπορεῖται διὰ τί ποτε κινουμένης κύκλῳ τῆς ὄψεως καὶ ἠρεμούσης συμβαίνει τὸ αὐτὸ πάθος· ἄτοπον γὰρ τὸ ὑπʼ ἐναντίων. Αἴτιον δὲ τοῦ μὲν ἐν τῇ κυκλοφορίᾳ τὸ εἰρημένον, τοῦ δʼ ἐν τῇ ἐπιστάσει καὶ τῷ ἀτενισμῷ, διότι τὰ ἐν τῷ κινεῖσθαι σωζόμενα διίστησι καὶ ἡ στάσις· τῆς ὄψεως δὲ στάσης, ἑνὸς μοοίου, καὶ τἆλλα τὰ συνεχῆ ἐν τῷ ἐγκεφάλῳ ἵσταται· διιστάμενα δὲ καὶ χωριζόμενα τὰ βαρέα καταβαρύνει καὶ ποιεῖ τὸν ἴλιγγον. Τὰ γὰρ πεφυκότα κινεῖσθαι τήνδε τὴν κίνησιν σώζεται καὶ συμμένει διὰ ταύτην· εἰ δὲ μὴ, καθάπερ Ἡράκλειτός φησι, καὶ ὁ κυκεὼν διίσταται μὴ κινούμενος. Εἴη δʼ ἂν καὶ τῇ κυκλοφορίᾳ αὐτὸ τοῦτʼ ἀποδιδόναι· διίστησι γὰρ ἡ δίνη τά τε βαρέα καὶ κοῦφα δέον ἅμα εἶναι τὰ μὲν εἰς τὸ μέσον ἄγουσα τὰ δʼ εἰς τὸ ἔσχατον. Ποιεῖ δὲ καὶ τὸ κύπτειν ἰλίγγους διὰ τοῦτο· χωρίζεται γὰρ τὰ βαρέα καὶ ἐλαφρὰ, τὰ μὲν ἄνω τὰ δὲ κάτω· δεῖ δὲ ἅμα εἶναι καθάπερ ἐλέχθη.