Διόπερ συμβαίνει καθάπερ ἐν τῷ αὐτῷ στρέφειν τὴν κεφαλὴν καὶ ὅσῳ ἂν ἐλάττω κύκλον μᾶλλον, ὀξύτερος γὰρ ὁ κῶνος, καὶ ἐὰν θᾶττον πλεονάκις ἐν τῷ αὐτῷ γίνεσθαι κατὰ τὸν ἴσον χρόνον· καὶ τοῖς μακροτέροις δὲ μᾶλλον ὅσῳ ἐγκλίνουσιν· ἐγγυτέρω γὰρ ἔχει τὴν κεφαλὴν ὁ μείζων τῆς τοῦ κώνου κορυφῆς. Διὸ σχεδὸν ὥσπερ ἐν τῷ αὐτῷ συμβαίνει ἴσην ἔχοντα τὴν κεφαλήν· οὕτω δὲ μάλιστα ὁ ἴλιγγος. Καὶ οἱ εἰς τὰ ἀρίστερα θέοντες ἔτι μᾶλλον ἔσω νεύουσι καὶ ὀξυτέραν ποιοῦσι γωνίαν πρὸς τὸν κύκλον· ἐμβριθέστερα γὰρ ὄντα τὰ δεξιὰ προσβιάζεται μᾶλλον ἐντὸς διὰ τὴν ἀσθένειαν τῶν ἀριστερῶν. Καὶ ἐὰν μετὰ πολλῶν θέωσι μᾶλλον καὶ θᾶττον ἢ μόνοι· πρὸς γὰρ τῇ κύκλῳ περιφορᾷ καὶ ἡ ὄψις αὐτὴ προσβάλλουσα τοῖς θέουσι καὶ συνεχὴς οὖσα ἐν τῷ ἐγκεφάλῳ ποιεῖ τινὰ κίνησιν ἑτέραν καὶ ταραχήν· ἀπὸ γὰρ τῶν ἔξω διαδίδοται καὶ πρὸς τὰ ἐντός· ὥστʼ ἐπεὶ καὶ ἑκάτερον ποιεῖ τὸν ἴλιγγον, οἷον ἥ τε κύκλῳ κίνησις τῆς κεφαλῆς καὶ ἡ ὄψις συνεχῶς βλέπουσα τὸ κύκλῳ κινούμενον ἐξ ἀμφοτέρων εὔλογον θᾶττον καὶ μᾶλλον γίνεσθαι τὸ πάθος. Ὅτι δὲ διὰ τὴν τῆς ὄψεως κίνησιν ἰλιγγιᾶν συμβαίνει φανερὸν ἐκ πολλῶν. Οἵ τε γὰρ πλέοντες θᾶττον καὶ μᾶλλον ἰλιγγιῶσιν ὅταν ἐμβλέπωσι τοῖς κύμασι καὶ τῇ τῶν * ὅλων ἄστρων κινήσει, διὸ καὶ ἐγκαλύπτονται τοῦτʼ εὐλαβούμενοι· καὶ οἱ τὰς αἰώρας καὶ τοὺς τροχοὺς θεωροῦντες ἢ καὶ συμπεριφέροντες τὴν ὄψιν ταχὺ σκοτοῦνται· συμβαίνει γὰρ κινουμένην κύκλῳ τὴν ὄψιν κινεῖν τὰ ἐντὸς ἀνωμάλως καὶ ταράττειν.