<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0093.tlg010x05.1st1K-grc1"><div type="textpart" subtype="section" n="4"><p>Εἴπερ γὰρ ὁ ἴλιγγος γίνεται εἴ τις ἐν τῷ αὐτῷ στρέφοιτο τάχιστʼ ἂν καὶ μάλιστα τῶν λοιπῶν ἰλιγγιῴη ὁ ἐγγυτάτω ἢ ὁ ἐν ἐλάττονι κύκλῳ στρέφων, καὶ ὅσῳ ἂν θᾶττον μᾶλλον. Διόπερ <add>καὶ</add> οἱ θέοντες τῶν περιπατούντων καὶ οἱ ταχέως τῶν βραδέως· θέουσι γὰρ <add>ἐγκεκλικότες</add> πρὸς τὸ κέντρον· ὡς ὅταν κατʼ εὐθὺ τὰ μήκη αὐτῶν ἐκπίπτῃ πρὸς μίαν κορυφὴν συνάπτειν καὶ γίνεσθαι κῶνον βάσιν δʼ εἶναι τὸν κύκλον. </p></div></div></body></text></TEI>