Αἴτιον δὲ τοῦ μὴ δύνασθαι τὰ ὑγρὰ ῥᾳδίως στρέφεσθαι καὶ δινεῖσθαι διὰ τὴν λεχθεῖσαν * αἰτίαν, ὅτι οὐ συνεχῆ· παραπλήσιον γὰρ τὸ συμβαῖνον ὥσπερ ἐν τοῖς ὠοῖς τοῖς ὠμοῖς· οὐδὲ γὰρ ταῦτα δύναται δινεῖσθαι διὰ τὴν ὑγρότητα, τὰ δʼ ἑφθὰ δύναται. Διότι τὰ μὲν ὑπὸ ὑγρότητος ἀνωμάλου καὶ οὐκ ἰσορρόπου οὔσης σφάλλεται τὰ δʼ οὔ ; διὰ τὸ μὴ ἔχειν τὸ σφάλλον ὑφιστάδο μενον ἑνὸς ὄντος καὶ συνεχοῦς τοῦ ἐντός .