Αἴτιον δὲ τοῦ μὴ δύνασθαι τὰ ὑγρὰ ῥᾳδίως στρέφεσθαι καὶ δινεῖσθαι διὰ τὴν λεχθεῖσαν * αἰτίαν, ὅτι οὐ συνεχῆ· παραπλήσιον γὰρ τὸ συμβαῖνον ὥσπερ ἐν τοῖς ὠοῖς τοῖς ὠμοῖς· οὐδὲ γὰρ ταῦτα δύναται δινεῖσθαι διὰ τὴν ὑγρότητα, τὰ δʼ ἑφθὰ δύναται. Διότι τὰ μὲν ὑπὸ ὑγρότητος ἀνωμάλου καὶ οὐκ ἰσορρόπου οὔσης σφάλλεται τὰ δʼ οὔ ; διὰ τὸ μὴ ἔχειν τὸ σφάλλον ὑφιστάδο μενον ἑνὸς ὄντος καὶ συνεχοῦς τοῦ ἐντός . Αἱ μὲν οὖν αἰτίαι σχεδὸν αὗται καὶ τοιαῦται τοῦ πάθους. Ἀφʼ ὧν δὲ συμβαίνει γίνεσθαι τὰ καθʼ ἕκαστα περὶ ὧν ἀποροῦσι πρὸς ταῦτα ἀνάγειν πειρατέον. Οἷον διότι κύκλῳ περιπατοῦντες ἰλιγγιῶσι καὶ ἔτι μᾶλλον καὶ ὅσῳ ἂν ἐλάττω κύκλον, κἂν θᾶττον θέωσι σφοδρότερον· κἂν μετὰ πολλῶν ἢ μόνοι, καὶ ἐπʼ ἀρίστερα θέοντες μᾶλλον ἢ ἐπὶ δεξιά , καὶ οἱ μακρότατοι δὲ μάλιστα. Πάντων γὰρ τούτων καὶ εἴ τι ἄλλο τοιοῦτον ἐν τοῖς πρότερον εἰρημένοις αἱ αἰτίαι. Εἴπερ γὰρ ὁ ἴλιγγος γίνεται εἴ τις ἐν τῷ αὐτῷ στρέφοιτο τάχιστʼ ἂν καὶ μάλιστα τῶν λοιπῶν ἰλιγγιῴη ὁ ἐγγυτάτω ἢ ὁ ἐν ἐλάττονι κύκλῳ στρέφων, καὶ ὅσῳ ἂν θᾶττον μᾶλλον. Διόπερ καὶ οἱ θέοντες τῶν περιπατούντων καὶ οἱ ταχέως τῶν βραδέως· θέουσι γὰρ ἐγκεκλικότες πρὸς τὸ κέντρον· ὡς ὅταν κατʼ εὐθὺ τὰ μήκη αὐτῶν ἐκπίπτῃ πρὸς μίαν κορυφὴν συνάπτειν καὶ γίνεσθαι κῶνον βάσιν δʼ εἶναι τὸν κύκλον.