<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0093.tlg010x05.1st1K-grc1"><div type="textpart" subtype="section" n="11"><p>Ποιεῖ δὲ καὶ ἄλλη τις ἐναντίωσις ὡς δοκεῖ, οἷον ἡ τῆς ἐνδείας καὶ σμονὴ περίττωσιν ἐποίησεν ὥστε πλήρεις γίνεσθαι τοὺς πόρους· ἀμφότερα γὰρ ταῦτα καταβαρύνει καὶ ἐφίστησι τὰς περιόδους, ὅπερ ἐστὶν ὁ ἴλιγγος· ἐπεὶ καὶ αἱ μέθαι καὶ αἱ φαρμακεῖαι καὶ ὅσα ἄλλα τούτοις παραπλήσια διὰ τοῦτο ποιεῖ τοὺς ἰλίγγους. </p></div><div type="textpart" subtype="section" n="12"><p>Ὅθεν καὶ τὸ σημεῖόν τινες ἐπʼ ἀμφοῖν κοινὸν λαμβάνουσιν· ὅταν γὰρ μὴ δύνηταί τις τοὺς στρωτῆρας ἢ <add>τὰς</add> δοκοὺς ἀριθμεῖν, τὸν μὲν οὔπω κεκαθάρθαι τὸν δὲ μεθύειν φασίν. Ἡ ὑγρότης γὰρ ἡ ἀλλοτρία ἐμπεπτωκυῖα ποιεῖ τὴν ταραχήν· διὸ καὶ ἐφʼ ὅσων ἄλλων συμβαίνει πνεύματος ἢ ὑγρότητος γίνεσθαι πλῆθος ἢ καὶ τῶν ὑπαρχόντων διάστασιν ἀπὸ πάντων συμβαίνει τοῦτο τὸ πάθος. </p></div><div type="textpart" subtype="section" n="13"><p>Ἀνιστάμενοι δὲ μᾶλλον ἢ καθίζοντες ἰλιγγιῶσιν ὅτι ἠρεμούντων συνίσταται τὸ ὑγρὸν ἐν τῇ κεφαλῇ πλέον, ὅταν δὲ κινῶνται σφαλερὸν γίνεται καὶ εἰς ἓν μόριον ἀθρόον ἀποκλῖνον ποιεῖ τὸν ἴλιγγον. </p></div></div></body></text></TEI>