Ποιεῖ δὲ καὶ ἄλλη τις ἐναντίωσις ὡς δοκεῖ, οἷον ἡ τῆς ἐνδείας καὶ σμονὴ περίττωσιν ἐποίησεν ὥστε πλήρεις γίνεσθαι τοὺς πόρους· ἀμφότερα γὰρ ταῦτα καταβαρύνει καὶ ἐφίστησι τὰς περιόδους, ὅπερ ἐστὶν ὁ ἴλιγγος· ἐπεὶ καὶ αἱ μέθαι καὶ αἱ φαρμακεῖαι καὶ ὅσα ἄλλα τούτοις παραπλήσια διὰ τοῦτο ποιεῖ τοὺς ἰλίγγους. Ὅθεν καὶ τὸ σημεῖόν τινες ἐπʼ ἀμφοῖν κοινὸν λαμβάνουσιν· ὅταν γὰρ μὴ δύνηταί τις τοὺς στρωτῆρας ἢ τὰς δοκοὺς ἀριθμεῖν, τὸν μὲν οὔπω κεκαθάρθαι τὸν δὲ μεθύειν φασίν. Ἡ ὑγρότης γὰρ ἡ ἀλλοτρία ἐμπεπτωκυῖα ποιεῖ τὴν ταραχήν· διὸ καὶ ἐφʼ ὅσων ἄλλων συμβαίνει πνεύματος ἢ ὑγρότητος γίνεσθαι πλῆθος ἢ καὶ τῶν ὑπαρχόντων διάστασιν ἀπὸ πάντων συμβαίνει τοῦτο τὸ πάθος. Ἀνιστάμενοι δὲ μᾶλλον ἢ καθίζοντες ἰλιγγιῶσιν ὅτι ἠρεμούντων συνίσταται τὸ ὑγρὸν ἐν τῇ κεφαλῇ πλέον, ὅταν δὲ κινῶνται σφαλερὸν γίνεται καὶ εἰς ἓν μόριον ἀθρόον ἀποκλῖνον ποιεῖ τὸν ἴλιγγον.