Οἱ ἴλιγγοι γίνονται ὅταν ᾖ πνεῦμα ἀλλότριον περὶ τὴν κεφαλὴν, ἢ ὑγρότης περιττωματικὴ ἀπὸ τροφῆς ἐνίας, οἷον ἢ τοῦ οἴνου ἢ καὶ ἄλλου τινὸς χυλοῦ, ἢ τρίτον ὅταν κινῇ τις κύκλῳ τὴν κεφαλήν· ὁ γὰρ τόπος ὁ περὶ τὸν ἐγκέφαλον φύσει μὲν ὑγρός ἐστιν, ὅταν δʼ ἔλθῃ τι πνεῦμα ἀλλότριον βιάζεται διαδυόμενον πρὸς τὰς φλέβας καὶ ὠθεῖ κύκλῳ τὸ προυπάρχον ὑγρὸν, ὥστε τρόπον τινὰ τὸ αὐτὸ συμβαίνει καὶ ἐάν τις προαιρέσει κύκλῳ κινῇ τὴν κεφαλήν. Οὐδὲν γὰρ διαφέρει ἔξωθεν ἢ ἔσωθεν εἶναι τὸ κινοῦν. Οὔσης δὲ οἷον δίνης τινὸς τῆς φορᾶς καὶ τοῦ ὑγροῦ μὴ συνεχοῦς ὁμοίως ἀλλʼ ἐν τῇ κινήσει τοῦ μὲν ὑστεροῦντος τοῦ δὲ προτεροῦντος τὸ ὑφιστάμενον ἀντικροῦον ἵστησι, τὸ δʼ ἱστάμενον διὰ τὸ μὴ ἰσορροπεῖν ὁμοίως αὐτῇ ᾗ ἂν ῥέπῃ ταύτῃ φέρεται καὶ τὸν ἴλιγγον ποιεῖ καὶ καταβάλλει πολλάκις.