Οἱ ἴλιγγοι γίνονται ὅταν ᾖ πνεῦμα ἀλλότριον περὶ τὴν κεφαλὴν, ἢ ὑγρότης περιττωματικὴ ἀπὸ τροφῆς ἐνίας, οἷον ἢ τοῦ οἴνου ἢ καὶ ἄλλου τινὸς χυλοῦ, ἢ τρίτον ὅταν κινῇ τις κύκλῳ τὴν κεφαλήν· ὁ γὰρ τόπος ὁ περὶ τὸν ἐγκέφαλον φύσει μὲν ὑγρός ἐστιν, ὅταν δʼ ἔλθῃ τι πνεῦμα ἀλλότριον βιάζεται διαδυόμενον πρὸς τὰς φλέβας καὶ ὠθεῖ κύκλῳ τὸ προυπάρχον ὑγρὸν, ὥστε τρόπον τινὰ τὸ αὐτὸ συμβαίνει καὶ ἐάν τις προαιρέσει κύκλῳ κινῇ τὴν κεφαλήν. Οὐδὲν γὰρ διαφέρει ἔξωθεν ἢ ἔσωθεν εἶναι τὸ κινοῦν. Οὔσης δὲ οἷον δίνης τινὸς τῆς φορᾶς καὶ τοῦ ὑγροῦ μὴ συνεχοῦς ὁμοίως ἀλλʼ ἐν τῇ κινήσει τοῦ μὲν ὑστεροῦντος τοῦ δὲ προτεροῦντος τὸ ὑφιστάμενον ἀντικροῦον ἵστησι, τὸ δʼ ἱστάμενον διὰ τὸ μὴ ἰσορροπεῖν ὁμοίως αὐτῇ ᾗ ἂν ῥέπῃ ταύτῃ φέρεται καὶ τὸν ἴλιγγον ποιεῖ καὶ καταβάλλει πολλάκις. Αἴτιον δὲ τοῦ μὴ δύνασθαι τὰ ὑγρὰ ῥᾳδίως στρέφεσθαι καὶ δινεῖσθαι διὰ τὴν λεχθεῖσαν * αἰτίαν, ὅτι οὐ συνεχῆ· παραπλήσιον γὰρ τὸ συμβαῖνον ὥσπερ ἐν τοῖς ὠοῖς τοῖς ὠμοῖς· οὐδὲ γὰρ ταῦτα δύναται δινεῖσθαι διὰ τὴν ὑγρότητα, τὰ δʼ ἑφθὰ δύναται. Διότι τὰ μὲν ὑπὸ ὑγρότητος ἀνωμάλου καὶ οὐκ ἰσορρόπου οὔσης σφάλλεται τὰ δʼ οὔ ; διὰ τὸ μὴ ἔχειν τὸ σφάλλον ὑφιστάδο μενον ἑνὸς ὄντος καὶ συνεχοῦς τοῦ ἐντός . Αἱ μὲν οὖν αἰτίαι σχεδὸν αὗται καὶ τοιαῦται τοῦ πάθους. Ἀφʼ ὧν δὲ συμβαίνει γίνεσθαι τὰ καθʼ ἕκαστα περὶ ὧν ἀποροῦσι πρὸς ταῦτα ἀνάγειν πειρατέον. Οἷον διότι κύκλῳ περιπατοῦντες ἰλιγγιῶσι καὶ ἔτι μᾶλλον καὶ ὅσῳ ἂν ἐλάττω κύκλον, κἂν θᾶττον θέωσι σφοδρότερον· κἂν μετὰ πολλῶν ἢ μόνοι, καὶ ἐπʼ ἀρίστερα θέοντες μᾶλλον ἢ ἐπὶ δεξιά , καὶ οἱ μακρότατοι δὲ μάλιστα. Πάντων γὰρ τούτων καὶ εἴ τι ἄλλο τοιοῦτον ἐν τοῖς πρότερον εἰρημένοις αἱ αἰτίαι. Εἴπερ γὰρ ὁ ἴλιγγος γίνεται εἴ τις ἐν τῷ αὐτῷ στρέφοιτο τάχιστʼ ἂν καὶ μάλιστα τῶν λοιπῶν ἰλιγγιῴη ὁ ἐγγυτάτω ἢ ὁ ἐν ἐλάττονι κύκλῳ στρέφων, καὶ ὅσῳ ἂν θᾶττον μᾶλλον. Διόπερ καὶ οἱ θέοντες τῶν περιπατούντων καὶ οἱ ταχέως τῶν βραδέως· θέουσι γὰρ ἐγκεκλικότες πρὸς τὸ κέντρον· ὡς ὅταν κατʼ εὐθὺ τὰ μήκη αὐτῶν ἐκπίπτῃ πρὸς μίαν κορυφὴν συνάπτειν καὶ γίνεσθαι κῶνον βάσιν δʼ εἶναι τὸν κύκλον. Διόπερ συμβαίνει καθάπερ ἐν τῷ αὐτῷ στρέφειν τὴν κεφαλὴν καὶ ὅσῳ ἂν ἐλάττω κύκλον μᾶλλον, ὀξύτερος γὰρ ὁ κῶνος, καὶ ἐὰν θᾶττον πλεονάκις ἐν τῷ αὐτῷ γίνεσθαι κατὰ τὸν ἴσον χρόνον· καὶ τοῖς μακροτέροις δὲ μᾶλλον ὅσῳ ἐγκλίνουσιν· ἐγγυτέρω γὰρ ἔχει τὴν κεφαλὴν ὁ μείζων τῆς τοῦ κώνου κορυφῆς. Διὸ σχεδὸν ὥσπερ ἐν τῷ αὐτῷ συμβαίνει ἴσην ἔχοντα τὴν κεφαλήν· οὕτω δὲ μάλιστα ὁ ἴλιγγος.