Ὡς δʼ ἁπλῶς εἰπεῖν ἐν τοῖς καμπτομένοις μέρεσι μάλιστα καὶ νευρωδεστάτοις ὅταν τις σύντηξις ἐπὶ τὰ νεῦρα καὶ τὰς καμπὰς ἔλθῃ· καὶ ἡ βαρύτης ἀπὸ ταύτης. Διὸ καὶ οὐδεὶς πώποτε τὴν γαστέρα ἐκοπίασεν οὐδὲ τὴν κεφαλήν. Ἆρα δὲ ὅταν καὶ ἄλλως πως ἡ ὑγρότης ἐπιρρυῇ πάντως κόπος; οὐ γὰρ ἂν ἔτι διὰ τὴν κίνησιν. Ἢ τοῦτο μὲν οὐκ ἀναγκαῖον * ἀλλὰ μᾶλλον πόνος τις ἀκολουθεῖ· καὶ γὰρ καθήμενοι καὶ ἑστῶτες καὶ κατακείμενοί φασι κοπιᾶν καὶ ἐν τῷ αὐτῷ σχήματι· καὶ ἡ πίεσις ἐπίπονον, οἷον γὰρ θλίψις καὶ πλήγη τις. Ἀλλʼ ἐνίοτε δὴ καὶ ὑπὸ πλησμονῆς καὶ ἀγρυπνίας καὶ ὑπὸ κατάρρου φασὶ κοπιᾶν· ἅπαντα δέ πως καὶ ταῦτα πλῆθος ὑγρότητος. Ἥ τε γὰρ πλησμονὴ μὴ κρατοῦντος τοῦ σώματος, ἥ τε ἀγρυπμε νία κωλύει τὴν πέψιν, ὅ τε κατάρρους φανερά τις σύντηξις ἢ ἁπλῶς εἰπεῖν ὑγρότης. Πότερον οὖν κόπος ταῦτα ἢ ὠμότης ἢ διάθεσις, ὥσπερ καὶ ἐκ τῶν ὕπνων συμβαίνει; βαρύνονται γὰρ διὰ τὴν σύντηξιν.