Ἐν τίνι ποθʼ ὁ κόπος ἢ τίσιν ὡς πρώτῳ, πότερον ὡς Ἐπιγένης ὑπέλαβεν ἐν φλεβὶ καὶ νεύρῳ ἢ μόνον ἐν νεύρῳ, τούτου γὰρ καὶ ἡ κίνησις, ἢ ὑπερβολῇ συντήξεως διὰ κίνησιν, ἢ ἁπλῶς οὗπερ πόνος ταύτῃ καὶ ὁ κόπος, διὸ καὶ ἀεὶ βαρύνεται ὁ κοπιῶν; εἰ οὖν τὸ νεῦρον μὴ δεκτικὸν ὑγρότητος οὐκ ἂν ἐνταῦθα ὁ κόπος ἐνείη κατὰ φύσιν· εἰ δὲ ὁ κόπος ἐξαλλαγή τις, ἄτοπον εἰ μὴ διʼ ὧν ἡ κίνησις καὶ ὁ πόνος ἐν τούτοις καὶ ὁ κόπος ἀλλʼ ἐκ τῆς κινήσεως ἐπιρροῇ τῆς συντήξεως εἰς αὐτὰ ταῦτα καὶ τὰς καμπὰς ἅπερ μάλιστα βαρύνονται καὶ κοπιῶσι. Λέγουσι δὲ καὶ τὰς σάρκας καὶ ὅλον τὸ σῶμα κοπιᾶν, ὅθεν καὶ τοὺς ὀστεοκόπους καὶ ὀστάγρας καλοῦσιν. Εἰ δʼ ἐν ὀστοῖς ὁ κόπος, πότερον ὡς κινοῦσιν ἢ κινουμένοις ἢ ὡς ἐπιρροὴν δεχομένοις; ἢ οὐδὲν κωλύει τρόπον τινὰ ἀμφοτέρως, καὶ κινούμενά πως καὶ δεχόμενα τὴν ἐπιρροήν. Ὅταν γὰρ εἰς τὸ ἐντὸς διίκηται διὰ πλῆθος τοῦ πόνου τοῦτʼ ἐν τοῖς ὀστοῖς κόπος· ἐπεὶ καὶ ἐν τῇ σαρκὶ καὶ ἐν ὅλοις τοῖς σώμασιν, ὃ δὴ καλοῦσι συγκεκόφθαι· ὁ διαδοθέντος συμβαίνει τοῦ πόνου πρὸς ἅπαντα τὰ μέρη καὶ μάλισθʼ οἷς ἄν τις ἐνεργῇ καθάπερ τοῖς ἄνω καὶ κάτω, καὶ αὐτῶν τούτων μορίοις τισὶν ὥσπερ καὶ ἐν ταῖς σκληροκοιτίαις.