Τῶν δὲ λοιπῶν σημείων ἔνια μὲν ἴδια κατὰ πάσας χώρας ἐστὶν ἐν ὅσαις ὄρη ὑψηλὰ καὶ αὐλῶνές εἰσι, μάλιστα δὲ ὅσα πρὸς θάλασσαν καθήκει τῶν ὑψηλῶν· τῶν τε γὰρ πνευμάτων ἀρχομένων τὰ νέφη προσπίπτει πρὸς τοὺς τοιούτους τόπους καὶ μεθισταμένων εἰς τοὐναντίον ἀντιμεθίστανται καὶ ὑγρότερα γινόμενα διὰ βάρος εἰς τὰ κοῖλα συγκαθίζει. Διὸ δεῖ προσέχειν οὗ ἄν τις ἱδρυμένος ᾖ. Ἔστι γὰρ ἀεί τινα λαβεῖν τοιοῦτον γνώμονα καὶ ἔστι σαφέστατα σημεῖα τὰ ἀπὸ τούτων. Διὸ καὶ ἀγαθοὶ γεγένηνται κατὰ τόπους τινὰς ἀστρονόμοι ἔνιοι οἷον Ματρικέτας ἐν Μηθύμνῃ ἀπὸ τοῦ Λεπετύμνου, καὶ Κλεόστρατος ἐν Τενέδῳ ἀπὸ τῆς Ἴδης, καὶ Φαεινὸς Ἀθήνῃσιν ἀπὸ τοῦ Λυκαβηττοῦ τὰ περὶ τὰς τροπὰς συνεῖδε, παρʼ οὗ Μέτων ἀκούσας τὸν τοῦ ἑνὸς δέοντα εἴκοσιν ἐνιαυτὸν συνέταξεν. Ἦν δὲ ὁ μὲν Φαεινὸς μέτοικος Ἀθήνησιν ὁ δὲ Μέτων Ἀθηεναῖος. Καὶ ἄλλοι δὲ τὸν τρόπον τοῦτον ἠστρολόγησαν.