Σημεῖα ὑδάτων καὶ πνευμάτων καὶ χειμώνων καὶ εὐδιῶν ὧδε ἐγράψαμεν καθʼ ὅσον ἦν ἐφικτὸν, ἃ μὲν αὐτοὶ προσκοπήσαντες ἃ δὲ παρʼ ἑτέρων οὐκ ἀδοκίμων λαβόντες. Τὰ μὲν οὖν ἐπὶ τοῖς ἄστροις δυομένοις καὶ ἀνατέλλουσιν ἐκ τῶν ἀστρονομικῶν δεῖ λαμβάνειν. Εἰσὶ δὲ δύσεις διτταί· οἵ τε γὰρ ἀφαυ νισμοὶ δύσεις εἰσί· τοῦτο δέ ἐστιν ὅταν ἅμα συνδύνῃ τῷ ἡλίῳ τὸ ἄστρον, καὶ ὅταν ἀνατέλλοντος δύνῃ. Ὁμοίως δὲ καὶ ἀνατολαὶ διτταὶ, αἱ μὲν ἑῷοι ὅταν προανατέλλῃ τοῦ ἡλίου τὸ ἄστρον, αἱ δʼ ἀκρόνυχοι ὅταν ἅμα δυομένῳ ἀνατέλλῃ. Αἱ μὲν οὖν τοῦ ἀρκτούρου λεγόμεναι ἀνατολαὶ ἀμφοτέρως συμβαίνουσιν· ἡ μὲν γὰρ τοῦ χειμῶνος ἀκρόνυχός ἐστιν, ἡ δὲ μετωπορινὴ ἑῴα. Τῶν δʼ ἄλλων αἱ πλεῖσται τῶν ὀνομαζομένων ἑῷαι οἷον Πλειάδος καὶ Ὠρίωνος καὶ κυνός.