Οὐ μικρὰ δʼ ἐνταῦθα ἀλλὰ μεγίστη ῥοπὴ τὸ τὰς χώρας ὕψος ἔχειν, ὅπου ἂν προσκόψῃ τὰ νέφη καὶ λάβῃ στάσιν, ἐνταῦθα καὶ ὕδατος γένεσις. Διὸ καὶ τῶν σύνεγγυς τόπων ἄλλοι παρʼ ἄλλοις ὑέτιοι τῶν ἀνέμων. Ἀλλὰ περὶ μὲν ὑδάτων ἐν ἑτέροις εἴρηται διὰ πλειόνων. Ἐκ τῆς αὐτῆς δʼ αἰτίας καὶ ὁ μὲν βορέας εὐθὺς ἀρχόμενος μέεγας ὁ δὲ νότος λήγων, ὅθεν καὶ ἡ παροιμία συμβουλεύει τὰ περὶ τοὺς πλοῦς. Ὁ μὲν γὰρ εὐθὺς οἷον ἐπίκειται τοῖς περὶ ἄρκτον οἰκοῦσιν ὁ δὲ μακρὰν ἀφέστηκε· χρονιωτέρα δʼ ἡ τῶν ἄπωθεν ἀπορροὴ καὶ ὅταν ἀθροισθῇ πλῆθος. Τοῖς γὰρ περὶ Αἴγυπτον καὶ τοὺς τόπους ἐκείνους ἀνάπαλιν ὁ νότος ἀρχόμενος μέγας, ὅθεν καὶ τὴν παροιμίαν ἐναντίως λέγουσιν. Ὡσαύτως δὲ καὶ τὸ πυκνὸν καὶ ἄκυμον καὶ συνεχὲς καὶ ὁμαλὲς ἐκείνοις ὁ νότος ποιεῖ μᾶλλον· ἀεὶ γὰρ τοῖς ἐγγὺς ἕκαστος τοιοῦτος τοῖς δὲ πόρρω καὶ ἀνωμαλὴς καὶ διεσπασμένος. Τούτων μὲν οὖν τὰς εἰρημένας αἰτίας ὑποληπτέον αἵπερ ἐμφανεῖς καὶ κατʼ ἄλλους τόπους εἰσὶν ἐλάττους καὶ ἔλαττον ἀπέχοντας ἀλλήλων· τοῦτο δʼ ἂν καὶ δόξειεν ἄλογον εἶναι. Ὁ μὲν γὰρ νόστος ἀεὶ τοῖς ἑαυτοῦ τόποις αἴθριος, ὁ δὲ βορέας ὅταν ᾖ χειμὼν μέγας ἐν μὲν τοῖς πλησίον συννεφὴς ἔξω δʼ αἴθριος.