Ἡ δὲ ψυχρότης καὶ θερμότης ἐμφανέσταται δόξαιεν ἂν εἶναι διὰ τοὺς τόπους γινόμεναι· ψυχρὰ γὰρ τὰ πρὸς ἄρκτον τὰ δὲ πρὸς μεσημβρίαν ἀλεεινὰ, τὸ δʼ ἀφʼ ἑκατέρων ῥέον ὅμοιον. Ἅμα γὰρ καὶ ἧττον ἀναπεπταμένον τὸ σύνεγγυς καὶ μὴ ἀναπεπταμένη ἡ φορὰ, τὸ δὲ διὰ στενοῦ καὶ σφοδροτέρως φερόμενον ψυχρότερον, τὸ δ' εἰς τὸ πόρρω διακεχυμένον μᾶλλον καὶ ἀνειμένον. Διὸ καὶ ὁ νότος ἐκεῖ ψυχρότερος ἢ παρʼ ἡμῖν, ὡς δέ τινές φασι καὶ μᾶλλον ἢ βορέας. Ποιεῖ δέ τι καὶ ἡ μεταβολὴ πρὸς φαντασίαν ἀλεεινοῦ προϋπάρχοντος τοῦ τόπου. Καὶ τοῦτο μὲν κοινὸν ὡς εἰπεῖν πᾶσι. Τὸ δʼ ὑέτιον καὶ αἴθριον ἑκατέρου καὶ τὸ κυματῶδες καὶ ἄκυμον καὶ πυκνὸν καὶ συνεχὲς καὶ ἀνωμαλὲς καὶ ὅμαλον, ἔτι δὲ τὸ μέγεθος τοῦ μὲν ἀρχομένου τοῦ δὲ λήγοντος πρὸς τὴν ἀπόστασιν τῶν τόπων ἀποδίδοται μᾶλλον. Ὅθεν μὲν γὰρ ἕκαστος πνεῖ παρʼ ἐκείνοις αἴθριος, ὅποι δʼ ἀπωθεῖ τὸν ἀέρα παρʼ ἐκείνοις ἐπινεφὴς καὶ ὑέτιος. Διόπερ ὁ μὲν βορέας καὶ μᾶλλον οἱ ἐτησίαι τοῖς πρὸς μεσημβρίαν καὶ ἀνατολὴν οἰκοῦσιν ὑέτιοι ὁ δὲ νότος καὶ ἁπλῶς εἰπεῖν οἱ ἐξ ἐκείνου τοῦ τόπου πνέοντες τοῖς πρὸς ἄρκτον.