Ἡ τῶν ἀνέμων φύσις ἐκ τίνων μὲν καὶ πῶς καὶ διὰ τίνας αἰτίας γίνεται τεθεώρηται πρότερον· ὅτι δʼ ἑκάστοις αἱ δυνάμεις καὶ ὅλως τὰ παρακολουθοῦντα κατὰ λόγον ἀκολουθεῖ πειρᾶσθαι χρὴ λέγειν οἷσπερ σχεδὸν διαφέρουσιν ἀλλήλων. Αἱ γὰρ διαφοραὶ περὶ ταῦτα καὶ ἐν τούτοις, οἷον μέγεθος, μικρότης, ψυχρότης, θερμότης, ἁπλῶς τὸ χειμερινὸν ἢ εὐδιεινὸν καὶ ὑέτιον ἢ αἴθριον· ἔτι δὲ τὸ πολλάκις ἢ ὀλιγάκις, καθʼ ὥραν ἢ τὸ μὴ ἀεὶ πνεῖν καὶ συνεχεῖς καὶ ὁμαλεῖς ἢ διαλείποντας καὶ ἀνωμαλεῖς. Καὶ ὅλως ἃ συμβαίνει περὶ τὸν οὐρανὸν ἢ περὶ τὸν ἀέρα καὶ τὴν γῆν καὶ τὴν θάλατταν διὰ τὴν πνοήν. Ὡς γὰρ ἂν ἁπλῶς εἰπεῖν ἐν τούτοις καὶ περὶ ταῦτα τυγχάνουσιν αἱ ζητήυ σεις, ἐν οἷς καὶ τὰ περὶ τῶν ζώων καὶ φυτῶν ἐμπεριλαμβάνεται. Ἐπεὶ δʼ ἑκάστου τόπος ἴδιος ὑποκεῖται καὶ τοῦθʼ ὥσπερ τῆς οὐσίας, ἀπὸ τούτου ὡς ἁπλῶς εἰπεῖν καὶ αἱ διαφοραὶ καὶ αἱ δυνάμεις αἱ καθʼ ἕκαστον εἰπεῖν , οἷον πρῶτον ἡ τοῦ μεγέθους καὶ σμικρότητος, καὶ ψυχρότητος καὶ θερμότητος, καὶ πλήθους καὶ ὀλιγότητος καὶ τῶν ἄλλων τῶν πλείστων. Ὑπάρχει δὲ ταὐτὰ τὰ δʼ ἐναντία τοῖς ἐναντίοις, ἀμφότερα δʼ εὐλόγως. Οἷον τῷ βορέᾳ καὶ τῷ νότῳ· μεγάλοι μὲν γὰρ ἄμφω καὶ πλεῖστον χρόνον πνέουσι διὰ τὸ συνωθεῖσθαι πλεῖστον ἀέρα πρὸς ἄρκτον καὶ μεσημβρίαν, πλαγίων ὄντων πρὸς τὴν τοῦ ἡλίου φορὰν τὴν ἀπʼ ἀνατολῶν ἐπὶ δυσμάς· ἐξωθεῖται γὰρ ἐνταῦθα τῇ τοῦ ἡλίου δυνάμει, διὸ καὶ πυκνότατος καὶ συννεφέστατος ὁ ἀήρ. Ἀθροιζομένου δʼ ἐφʼ ἑκάτερα πολελοῦ καὶ πλείων ἡ ῥύσις καὶ συνεχεστέρα γίνεται πλεονάκις, ἀφʼ ὧν τά τε μεγέθη, καὶ ἡ συνέχεια καὶ τὸ πλῆθος αὐτῶν καὶ ἄλλο τοιοῦτόν ἐστιν.