Ἐν ἅπασι δʼ ἐστὶν ἡ τοῦ σαπροῦ κακωδία καὶ ἐν φυτοῖς καὶ ἐν ζώοις καὶ ἐν τοῖς ἀψύχοις· ἐν ἅπασι δὲ διαφθειρομένοις ὧν μὴ ἡ σύστασις εὐθὺς ἐκ τοιαύτης ὕλης, ἔχει γὰρ ἔνια καὶ τὴν τῆς ὕλης ὀσμὴν, οὐ μὴν ἐπὶ πάντων γε τοῦτʼ ἀκολουθεῖ. Πολλὰ γὰρ οὐ κακώδη τὰ ἐκ τῶν σαπρῶν, ὡς οὐδʼ οἱ μύκητες οἱ ἐκ τῆς κόπρου φυόμενοι· τὰ δʼ ἐκ σήψεως φυόμενα καὶ συνιστάμενα κακώδη. Εὔοσμα μὲν οὖν ὡς ἁπλῶς εἰπεῖν τὰ πεπεμμένα καὶ λεπτὰ καὶ ἥκιστα γεώδη· τὸ γὰρ τῆς ὀσμῆς ἐν ἀναπνοῇ· κακώδη δὲ δηλονότι τἀναντία. Πολλὰ δὲ ὥσπερ τῶν γλυκέων ἐμφαίνει τινὰ πικρότητα, καὶ τῶν εὐωδῶν βαρύτητα ταῖς ὀσμαῖς. Ἔχει δὲ ἕκαστον ὀσμὴν ἰδίαν καὶ ζώων καὶ φυτῶν καὶ τῶν ἀψύχων ὅσα ὀσμώδη· πολλὰ δʼ ἡμῖν οὐ φαίνεται διὰ τὸ χειρίστην ἔχειν τὴν αἴσθησιν ταύτην ὡς εἰπεῖν. Ἐπεὶ τοῖς γε ἄλλοις καὶ τὰ παντελῶς ἄοδμα φαινόμενα δίδωσί τινα ὀσμὴν, ὥσπερ αἱ κριθαὶ τοῖς ὑποζυγίοις αἱ ἐκ τῆς Κεδροπόλιος, ἃς οὐκ ἐσθίουσιν διὰ τὴν κακωδίαν. Ἡμᾶς δὲ καὶ αἱ τῶν ζώων λανθάνουσιν τῶν ὀσμωδῶν δοκούντων. Εὐωδίᾳ μὲν οὖν οὐθὲν φαίνεται καθʼ αὑτὸ χαίρειν ὡς εἰπεῖν, ἀλλʼ ὅσα πρὸς τὴν τροφὴν καὶ τὴν ἀπόλαυσιν. Πονεῖν δʼ ἔνια φαίνεται ταῖς ὀσμαῖς καὶ ταῖς εὐωδίαις, εἴπερ ἀληθὲς τὸ ἐπὶ τῶν γυπῶν καὶ τῶν κανθάρων. Τοῦτο δὲ δῆλον ὡς διʼ ἐναντίωσιν τῆς ἐν αὐτοῖς φύσεως. Ὡς δὲ καθʼ ἕκαστον ἅμα δεῖ τὴν γε κρᾶσιν τὴν ἑκάστου καὶ τὴν τῆς ὀσμῆς λαμβάνειν δύναμιν.