ἐν δὲ ταῖς ἀρχαῖς ὅθεν δὴ καὶ ὁ πρῶτος λόγος εἰκότως ἄν τις καὶ τὸ περὶ τῆς ἠρεμίας ἀπορήσειεν. εἰ μὲν γὰρ ὡς βέλτιον ἀνάψειεν ἂν ταῖς ἀρχαῖς, εἰ δ᾽ ὡς ἀργία καὶ στέρησις τῆς κινήσεως οὐκ ἀνάψει. ἀλλ᾽ εἴπερ, τὴν ἐνέργειαν ἀντιμεταλλακτέον ὡς προτέραν καὶ τιμωτέραν τὴν δὲ κίνησιν ἐν τοῖς αἰσθητοῖς· ἐπεὶ τό γε διὰ τοῦτ᾽ ἠρεμεῖν ὡς ἀδύνατον ἀεὶ κινοῦν εἶναι τὸ κινοῦν ἄτοπον· οὐ γὰρ ἂν εἴη κίνδυνος πρῶτον μὴ λογοειδὲς καὶ ἄλλως οὐκ ἀξιόπιστον ἀλλὰ μείζω τινὰ αἰτίαν ζητεῖ. δοκεῖ δὲ καὶ ἡ αἴσθησις τρόπον τινὰ συναυδᾶν ὡς ἐνδεχόμενον μὴ ἀεὶ τὸ κινοῦν ἕτερον εἶναι καὶ ὃ κινεῖ διὰ τὸ ποιεῖν καὶ πάσχειν. ἔστι δὲ ἄν τις ἐπ᾽ αὐτὸν ἄγῃ τὸν νοῦν καὶ τὸν θεόν. ἄτοπον δὲ καὶ τὸ ἕτερον λεχθὲν ὡς οὐ μιμοῦνται τὰ ὀρεγόμενα τοῦ ἠρεμοῦντος· εἰ γὰρ αὐτοῖς οὖσιν ἀκολουθείη τῶν ἄλλων. πλὴν ἴσως οὐχ ὁμοίως ληπτέον ὡς εἰς τὸ ἀμερὲς ἄγοντας ἀλλ᾽ ὅπως ὅτι μάλιστα σύμφωνον ἑαυτῷ καὶ ἀπηρτισμένον ὡς ἂν πόλις ἢ ζῶον ἢ ἄλλο τι τῶν μεριστῶν, ἢ καὶ ὁ ὅλος οὐρανὸς ὃν δή φασιν εἶναι τελεώτατον. ἐπιποθεῖ δέ τινα καὶ τὰ τοιάδε λόγον πῶς ποτὲ τῶν ὄντων ὁ μερισμὸς εἰς ὕλην καὶ μορφήν· πότερον ὡς τὸ μὲν ὂν τὸ δὲ μὴ ὂν, δυνάμει μὲν ὂν καὶ ἀγόμενον εἰς ἐνέργειαν; ἢ ὂν μὲν, ἀόριστον δὲ καθάπερ ἐν ταῖς τέχναις, ἡ δὲ γένεσις τῆς οὐσίας ἕνεκα τὸ μορφοῦσθαι κατὰ τοὺς λόγους. ἀλλ᾽ οὕτω γ᾽ εἰς μὲν τὸ βέλτιον τάχ᾽ ἂν ἡ μετάβασις εἴη, τὸ δ᾽ εἶναι οὐθὲν ἂν ἦττον ἀληθὲς ὑπάρχοι κατ᾽ αὐτὴν — οὐ γὰρ ἂν οὐδὲ γίγνοιτο μὴ ὑπαρχούσης —, ἀλλὰ τὸ μήτε τόδε μήτε ποιὸν μήτε ποσὸν, ὡς ἀόριστον τοῖς εἴδεσι δύναμιν δέ τιν᾽ ἔχον. ὅλως δὲ κατ᾽ ἀναλογίαν ληπτέον ἐπὶ τὰς τέχνας καὶ εἴ τις ὁμοιότης ἄλλη. δόξειε δ᾽ ἂν καὶ τοῦτ᾽ ἔχειν ἀπορίαν, εἴ μὴ ἄρα περιεργίαν τοῦ ζητεῖν τί δή ποτε ἡ φύσις καὶ ἡ ὅλη δ᾽ οὐσία τοῦ παντὸς ἐν ἐναντίοις ἐστὶ, καὶ σχεδὸν ἰσομοιρεῖ τὸ χεῖρον τῷ βελτίονι, μᾶλλον δὲ καὶ πολλῷ πλέον ἐστὶν, ὥστε δοκεῖν καὶ Κύριπίδην καθόλου λέγειν ὡς οὐκ ἂν γένοιτο χωρὶς ἐσθλά. ὁ δὲ τοιοῦτος λόγος ἐγγὺς τοῦ ζητεῖν ὅτι οὐ πάντ᾽ ἀγαθὰ οὐδὲ πάντα ὅμοια· καὶ ὅτι κατὰ πάντων μὲν τὸ εἶναι λέγομεν, οὐθὲν δὲ ὅμοιον ἀλλήλοις καθάπερ τὰ λευκὰ καὶ μέλανα ἐν αὐτοῖς. ἔτι δὲ τὸ δοκοῦν παραδοξότερον ὡς οὐχ οἷόν τε τὸ ὂν ἄνευ τῶν ἐναντίων. οἱ δ᾽ ἔτι πλέονι τῷ παραδόξῳ χρώμενοι καὶ τὸ μὴ ὂν μηδὲ γεγονὸς μηδὲ μέλλον προσκαταριθμοῦσιν εἰς τὴν τοῦ παντὸς φύσιν. ἀλλ᾽ ἥδε μὲν οἷον ὑπέρβατός τις σοφία. τὸ δὲ ὂν ὅτι πολλαχῶς φανερόν· ἡ γὰρ αἴσθησις καὶ τὰς διαφορὰς θεωρεῖ καὶ τὰς αἰτίας ζητεῖ· τάχα δ᾽ ἀληθέστερον εἰπεῖν ὡς ὑποβάλλει τῇ διανοίᾳ, τὰ μὲν ἁπλῶς ζητοῦσα, τὰ δ᾽ ἀπορίαν ἐργαζομένη δι᾽ ἧς κἂν μὴ δύνηται προβαίνειν ὅμως ἐμφαίνεταί τι φῶς ἐν τῷ μὴ φωτὶ ζητούντων ἐπὶ πλέον. τὸ ἐπίστασθαι ἄρα οὐκ ἄνευ διαφορᾶς τινός. εἴτε γὰρ ἕτερα ἀλλήλων διαφορά τις· ἔν τε τοῖς καθόλου πλειόνων ὄντων τῶν ὑπὸ τὰ καθόλου διαφέρειν ἀνάγκη καὶ ταῦτα, ἐάν τε γένη τὰ καθόλου ἐάν τε εἴδη. σχεδὸν δὲ καὶ ἐπιστήμη πᾶσα τῶν ἰδίων· ἣ τε γὰρ οὐσία καὶ τὸ τί ἦν εἶναι καθ᾽ ἕκαστον ἴδιον, τά τε θεωρούμενα καθ᾽ αὑτὰ καὶ οὐ κατὰ συμβεβηκὸς ἦν ἄν τι κατά τινος. ὅλως δὲ τὸ ἐν πλείοσι τὸ αὐτὸ συνιδεῖν ἐπιστήμης, ἤτοι κοινῇ καὶ καθόλου λεγόμενον, ἢ ἰδίᾳ πως καθ᾽ ἕκαστον, οἷον ἀριθμοῖς γραμμαῖς ζώοις φυτοῖς. τέλος δ᾽ ἡ ἐξ ἀμφοῖν. ἔστι δ᾽ ἐνίων μὲν τὸ καθόλου τέλος, ἐν τούτῳ γὰρ τὸ αἴτιον· τῶν δὲ τὸ ἐν μέρει, καθ᾽ ὅσα διαίρεσις εἰς τὰ ἄτομα καθάπερ ἐν τοῖς πρακτοῖς καὶ ποιητοῖς· οὕτως γὰρ αὐτῶν ἡ ἐνέργεια.