Πῶς ἀφορίσαι δεῖ καὶ ποίοις τὴν ὑπὲρ τῶν πρώτων θεωρίαν; ἡ γὰρ δὴ τῆς φύσεως πολυχουστέρα, καὶ ὥς γε δή τινές φασι ἀτακτοτέρα μεταβολὰς ἔχουσα παντοίας· ἡ δὲ τῶν πρώτων ὡρισμένη καὶ ἀεὶ κατὰ ταὐτά. διὸ δὴ καὶ ἐν νοητοῖς, οὐκ αἰσθητοῖς, αὐτὴν τιθέασιν ὡς ἀκινήτοις καὶ ἀμεταβλήτοις. καὶ τὸ ὅλον δὲ σεμνοτέραν καὶ μείζω νομίζουσιν αὐτήν. ἀρχὴ δὲ ποτέρα συναφή τις καὶ οἷον κοινωνία πρὸς ἄλληλα τοῖς τε νοητοῖς καὶ τοῖς τῆς φύσεως, ἢ οὐδεμία, ἀλλ᾽ ὥσπερ ἑκάτερα κεχωρισμένα συνεργοῦντα δέ πως εἰς τὴν πᾶσαν οὐσίαν. εὐλογώτερον οὖν εἶναί τινα συναφὴν καὶ μὴ ἐπεισοδιῶδες τὸ πᾶν, ἀλλ᾽ οἷον τὰ μὲν πρότερα τὰ δὲ ὕστερα, καὶ ἀρχὰς τὰ δ᾽ ὑπὸ τὰς ἀρχὰς, ὥσπερ καὶ τὰ ἀΐδια τῶν φθαρτῶν. εἰ δ᾽ οὖν οὕτω, τίς ἡ φύσις αὐτῶν καὶ ἐν ποίοις; εἰ μὲν γὰρ ἐν τοῖς μαθηματικοῖς μόνοις τὰ νοητὰ καθάπερ τινές φασιν, οὔτ᾽ ἄγαν εὔσημος ἡ συναφὴ τοῖς αἰσθητοῖς, οὔθ᾽ ὅλως ἀξιοχρέα φαίνεται παντός· οἷον γὰρ μεμηχανημένα δοκεῖ δι᾽ ἡμῶν εἶναι σχήματά τε καὶ μορφὰς καὶ λόγους περιτιθέντων, αὐτὰ δὲ δι᾽ αὐτῶν οὐδεμίαν ἔχειν φύσιν. εἰ δὲ μὴ οὐχ ὥστε συνάπτειν τοῖς τῆς φύσεως ὥστ᾽ ἐμποιῆσαι καθάπερ ζωὴν καὶ κίνησιν αὐτοῖς. οὐδὲ γὰρ αὐτὸς ὁ ἀριθμὸς ὅνπερ δὴ πρῶτον καὶ κυριώτατόν τινες τιθέασιν. εἰ δὲ ἑτέρα τις οὐσία προτέρα καὶ κρείττων ἐστὶ ταύτην πειρατέον λέγειν, πότερον μία τις κατ᾽ ἀριθμὸν ἢ κατʼ εἶδος ἢ κατὰ γένος. εὐλογώτερον δ᾽ οὖν ἀρχῆς φύσιν ἔχουσαν ἐν ὀλίγοις εἶναι καὶ περιττοῖς εἰ μὴ ἄρα καὶ πρώτοις καὶ ἐν τῷ πρώτῳ. τίς δʼ οὖν αὕτη καὶ τίνες, εἰ πλείους, πειρατέον ἐμφαίνειν ἁμωσγέπως εἴτε κατ᾽ ἀναλογίαν εἴτε κατʼ ἄλλην ὁμοίωσιν. ἀνάγκη δʼ ἴσως δυνάμει τινὶ καὶ ὑπεροχῇ τῶν ἄλλων λαμβάνειν ὥσπερ ἂν εἰ τὸν θεόν· θεία γὰρ ἡ πάντων ἀρχὴ διʼ ἧς ἅπαντα καὶ ἔστι καὶ διαμένει. τάχα μὲν οὖν ῥᾴδιον τὸ οὕτως ἀποδοῦναι, χαλεπὸν δὲ σαφεστέρως ἢ πειστικωτέρως. τοιαύτης δʼ οὔσης τῆς ἀρχῆς ἐπείπερ συνάπτει τοῖς αἰσθητοῖς ἡ δὲ φύσις ὡς ἁπλῶς εἰπεῖν ἐν κινήσει καὶ τοῦτʼ αὐτῆς τὸ ἴδιον, δῆλον ὡς αἰτίαν θετέον ταύτην τῆς κινήσεως· ἐπεὶ δʼ ἀκίνητος καθʼ αὐτὴν φανερὸν ὡς οὐκ ἂν εἴη τῷ κινεῖσθαι τοῖς τῆς φύσεως αἰτία ἀλλὰ λοιπὸν ἄλλῃ τινὶ δυνάμει κρείττονι καὶ προτέρᾳ· τοιαύτη δʼ ἡ τοῦ ὀρεκτοῦ φύσις, ἀφʼ ἧς ἡ κυκλικὴ ἡ συνεχὴς καὶ ἄπαυστος. ὥστε κατ᾽ ἐκεῖνο λύοιτο ἂν τὸ μὴ εἶναι κινήσεως ἀρχὴν ἢ εἰ κινούμενον κινήσει.