<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0093.tlg006.1st1K-grc1"><div type="textpart" subtype="section" n="1"><p><pb facs="hvdPERIOD32044038411104_0188"/>Πῶς ἀφορίσαι δεῖ καὶ ποίοις τὴν ὑπὲρ τῶν
            πρώτων θεωρίαν; ἡ γὰρ δὴ τῆς φύσεως πολυχουστέρα, καὶ ὥς γε δή τινές φασι ἀτακτοτέρα
            μεταβολὰς ἔχουσα παντοίας· ἡ δὲ τῶν πρώτων ὡρισμένη καὶ ἀεὶ κατὰ ταὐτά. διὸ δὴ καὶ ἐν
            νοητοῖς, οὐκ αἰσθητοῖς, αὐτὴν τιθέασιν ὡς ἀκινήτοις καὶ ἀμεταβλήτοις. καὶ τὸ ὅλον δὲ
            σεμνοτέραν καὶ μείζω νομίζουσιν αὐτήν. </p></div><div type="textpart" subtype="section" n="2"><p>ἀρχὴ δὲ ποτέρα συναφή τις καὶ οἷον κοινωνία πρὸς ἄλληλα τοῖς τε νοητοῖς καὶ τοῖς τῆς
            φύσεως, ἢ οὐδεμία, ἀλλ᾽ ὥσπερ ἑκάτερα κεχωρισμένα συνεργοῦντα δέ πως εἰς <pb facs="hvdPERIOD32044038411104_0189"/>τὴν πᾶσαν οὐσίαν. εὐλογώτερον οὖν εἶναί τινα
            συναφὴν καὶ μὴ ἐπεισοδιῶδες τὸ πᾶν, ἀλλ᾽ οἷον τὰ μὲν πρότερα τὰ δὲ ὕστερα, καὶ ἀρχὰς τὰ
            δ᾽ ὑπὸ τὰς ἀρχὰς, ὥσπερ καὶ τὰ ἀΐδια τῶν φθαρτῶν. εἰ δ᾽ οὖν οὕτω, τίς ἡ φύσις αὐτῶν καὶ
            ἐν ποίοις; </p></div></div></body></text></TEI>