Ἡ τοῦ πυρὸς φύσις ἰδιαιτάτας ἔχει δυνάμεις τῶν ἁπλῶν. ἀὴρ μὲν γὰρ καὶ ὕδωρ καὶ γῆ τὰς εἰς ἄλληλα μόνον ποιοῦνται μεταβολὰς φυσικὰς, αὐτὸ δὲ αὑτοῦ γεννητικὸν οὐδὲν. τὸ δὲ πῦρ γεννᾷν καὶ φθείρειν πέφυκεν αὑτὸ, γεννᾷν μὲν τὸ ἔλαττον τὸ πλέον, φθείρειν δὲ τὸ πλέον τὸ ἔλαττον. ἔτι δὲ αἱ γενέσεις αὐτοῦ αἱ πλεῖσται καὶ οἷον μετὰ βίας· καὶ γὰρ ἢ πληγῇ τῶν στερεῶν ὥσπερ λίθων, ἢ θλίψει καὶ πιλήσει καθάπερ τῶν πυρείων, καὶ ὅσα ἔχει φορὰς ὥσπερ τῶν πυρουμένων καὶ τηκομένων, ἐκ δ᾽ αὐτοῦ τοῦ ἀέρος ἐν τοῖς νέφεσι συστροφῇ καὶ θλίψει. βίαιοι γὰρ δὴ αἱ φοραὶ δι᾽ ὧν δὴ οἱ πρηστῆρες καὶ κεραυνοὶ γίνονται. καὶ ὅσους δὴ τρόπους ἄλλους τεθεωρήκαμεν εἴθ᾽ ὑπὲρ γῆς γινομένων εἴτ᾽ ἐπὶ γῆς εἴθ᾽ ὑπὸ γῆς. αἱ γὰρ πολλαὶ δόξαιεν ἂν αὐτῶν μετὰ βίας. εἰ δ᾽ ἄρα μὴ τοῦτ᾽ ἀλλ᾽ ἐκεῖνό γε φανερὸν ὅτι πλείστας ἔχει γενέσεις, ὧν οὐδεμία τοῖς ἄλλοις ὑπάρχει οὐδ᾽ ὅλως ὁ τρόπος οἰκεῖος, ἀλλὰ πάντων ὥσπερ ἐλέχθη φυσική τις μεταβολὴ καὶ γένεσις. διὸ κἀκείνων μὲν οὐθὲν ἐφ᾽ ἡμῖν ποιεῖν. οὐδὲ γὰρ ὅταν τὸ ὕδωρ ὀρύττωμεν αὐτὸ ποιοῦμεν, ἀλλ᾽ εἰς ἐμφάνειαν ἄγομεν τὸ καταμεμερισμένον ἀθροιζόμενοι.