CAP. II. Κατὰ δὴ τὴν πύρωσιν οἱ μὲν τήκονται καὶ ῥέουσιν ὥσπερ οἱ μεταλλευτοί. ῥεῖ γὰρ ἅμα τῷ ἀργύρῳ καὶ τῷ χαλκῷ καὶ σιδήρῳ καὶ ἡ λίθος ἡ ἐκ τούτων, εἴτʼ οὖν διὰ τὴν ὑγρότητα τῶν ἐνυπαρχόντων εἴτε καὶ διʼ αὐτούς. ὡσαύτως δὲ καὶ οἱ πυρομάχοι καὶ οἱ μυλίαι ῥέουσιν οἷς ἐπιτιθέασιν οἱ καίοντες. οἱ δὲ καὶ ὅλως λέγουσι πάντας τήκεσθαι πλὴν τοῦ μαρμάρου, τοῦτον δὲ κατακαίεσθαι καὶ κονίαν ἐξ αὐτοῦ γίλοὶ νεσθαι. δόξειε δʼ ἂν οὕτως ἐπὶ πλεῖον εἰρῆσθαι· πολγὰρ οἱ ῥηγνύμενοι καὶ διαπηδῶντες ὡς ἀπομαχόμενοι τὴν πύρωσιν ὥσπερ οὐδʼ ὁ κέραμος. ὃ καὶ κατὰ λόγον ἐστὶν, οἵτινες ἐξυγρασμένοι τυγχάνουσιν τὸ γὰρ τηκτὸν ἔνικμον εἶναι δεῖ καὶ ὑγρότητʼ ἔχειν πλείω. φασὶ δὲ καὶ τῶν ἡλιουμένων τοὺς μὲν ἀναξηραίνεσθαι τελείως ὥστʼ ἀχρείους εἶναι μὴ καταβρεχθέντας πάλιν καὶ συνικμασθέντας τοὺς δὲ καὶ μαλακωτέρους καὶ διαθραύστους μᾶλλον. φανερὸν δὲ ὡς ἀμφοτέρων μὲν ἐξαιρεῖται τὴν ὑγρότητα, συμβαίνει δὲ τοὺς μὲν πυκνούς ἀποξηραινομένους σκληρύνεσθαι, τοὺς δὲ μανοὺς καὶ ὧν ἡ σύμφυσις τοιαύτη θραυστοὺς εἶναι καὶ τηκτούς. ἔνιοι δὲ τῶν θραυστῶνται τῇ καύσει καὶ διαμένουσι πλείω χρόνον ὥσπερ οἱ περὶ Βίνας ἐν τῷ μετάλλῳ οὓς ὁ ποταμὸς καταφέρει· καίονται γὰρ ὅταν ἄνθρακες ἐπιτεθῶσι καὶ μέχρι τούτου ἄχρις ἄν φυσῷ τις, εἶτʼ ἀπομαραίνονται καὶ πάλιν καίονται, διὸ καὶ πολύν χρόνον ἡ χρῆσις· ἡ δʼ ὀσμὴ βαρεῖα σφόδρα καὶ δυσχερὴς. ὅν δὲ καλοῦσινον, ὃς ἦν ἐν τοῖς (αὐτοῖς) μετάλλοις, οὗτος διακοπεὶς καὶ συντεθεὶς πρὸς ἑαυτὸν ἐν τῷ ἡλίῳ τιθέμενος καίεται, καὶ μᾶλλον ἐὰν ἐπιψεκάσῃ καὶ περιράνῃ τις. ὁ δὲ λιπαραῖος ἐκφοροῦταί τε τῇ καύσει καὶ γίνεται κισσηροειδὴς ὥσθʼ ἅμα τήν τε χρόαν μεταβάλλειν καὶ τὴν πυκνότητα· μέλας τε γὰρ καὶ λεῖός ἐστι καὶ πυκνὸς ἄκαυστος ὤν. γίνεται δὲ οὗτος ἐν τῇ κισσήρει διειλημμένος ἄλλοθι καὶ ἄλλοθι καθάπερ ἐν κυττάρῳ καὶ οὐ συνεχὴς, ὥσπερ καὶ ἐν Μήλῳ φασὶ τὴν κίσσηριν ἐν ἄλλῳ τινὶ λίθῳ γίνεσθαι. καὶ ἐκεῖνος μὲν τούτῳ ὥσπερ ἀντιπεπονθώς· πλὴν ὁ λίθος οὗτος οὐχ ὅμοιος τῷ λιπαραίῳ. ἐκφοροῦται δὲ καὶ ὁ ἐν Τετράδι τῆςκελίας γινόμενος· τοῦτο δὲ τὸ χωρίον ἐστὶ κατὰ Λιπάραν, ὁ δὲ λίθος ἐν τῇ ἄκρᾳ τῇ Ἐρινεάδι καλουμένῃ πολὺς ὁμοίως τῷ ἐν Βίναις καιόμενος ὀσμὴν ἀφίησιν ἀσφάλτου, τὸ δʼ ἐκ τῆς κατακαύσεως ὅμοιον γίνεται γῆ κεκαυμένῃ. οὓς δὲ καλοῦσιν εὐθὺς ἄνθρακας τῶν ὀρυττομένων διὰ τὴν χρείαν εἰσὶ γεώδεις, ἐκκαίονται δὲ καὶ πυροῦνται καθάπερ οἱ ἄνθρακες. εἰσὶ δὲ περί τε τὴν Λιγυστικὴν ὅπου καὶ τὸ ἢλεκτρον, καὶ ἐν τῇ Ἠλείᾳ βαδιζόντων Ὀλυμπίαζε τὴν διʼ ὄρους, οἷς καὶ οἱ χαλκεῖς χρῶνται. εὑρέθη δέ ποτε ἐν τοῖς Σκαπτησύλης μετάλλοις λίθος ὃς τῇ μὲν ὄψει παρόμοιος ὤν ξύλῳ σαπρῷ, ὅτε δʼ ἐπιχέοιτό τις ἔλαιον καίεται, καὶ ὅτʼ ἐκκαυθείη τότε παύεται καὶ αὐτὸς ὥσπερ ἀπαθὴς ὤν. τῶν μὲν οὖν καιομένων σχεδὸν αὗται διαφοραί. CAP. III. Ἀλλο δέ τι γένος ἐστὶ λίθων ὥσπερ ἐξ ἐναντίων πεφυκὸς, ἄκαυστον ὅλως, ἄνθραξ καλούμενος, ἐξ οὗ καὶ τὰ σφραγίδια γλύφουσιν, ἐρυθρὸν μὲν τῷ χρώματι, πρὸς δὲ τὸν ἥλιον τιθέμενον ἄνθρακος καιομένου ποιεῖ χρόαν. τιμιώτατον δʼ ὡς εἰπεῖν· μικρὸν γὰρ σφόδρα τετταράκοντα χρυσῶν. ἄγεται δὲ οὗτος ἐκ Καρχηδόνος καὶ Μασσαλίας. οὐ καίεται δὲ ὁ περὶ Μίλητον γωνιοειδὴς ὤν ἐν ᾧπερ καὶ τὰ ἑξάγωνα. καλοῦσι δʼ ἄνθρακα καὶ τοῦτον, ὃ καὶ θαυμαστόν ἐστιν· ὅμοιον γὰρ τρόπον τινὰ καὶ τὸ τοῦ ἀδάμαντος· οὐ γὰρ οὐδʼ ὥσπερ ἡ κίσσηρις καὶ τέφρα δόξειεν ἄν διὰ τὸ μηδὲν ἔχειν ὑγρόν· ταῦτα γὰρ ἄκαυστα καὶ ἀπύρωτα διὰ τὸ ἐξῃρῆσθαι τὸ ὑγρόν· ἐπεὶ καὶ τὸ ὅλον ἡ κίσσηρις ἐκ κατακαύσεως δοκεῖ τισι γίνεσθαι, πλὴν τῆς ἐκ τοῦ ἀφροῦ τῆς θαλάσσης συνισταμένης. λαμβάνουσι δὲ τὴν πίστιν διὰ τῆς αἰσθήσεως ἔκ τε τῶν περὶ τοὺς κρατῆρας γινομένων καὶ ἐκ τῆς διαβάρου λίθου τῆς φλογουμένης οὐ κισσηροῦται. μαρτυρεῖν δὲ καὶ οἱ τόποι δοκοῦσιν ἐν οἷς ἡ γένεσις· καὶ γὰρ ἐν τοῖς μάλιστα καὶ ἡ κίσσηρις. τάχα δὲ ἡ μὲν οὕτως αἱ δʼ ἄλλως καὶ πλείους τρόποι τῆς γενέσεως. ἡ γὰρ ἐν Νισύρῳ καθάπερ ἐξ ἄμμου τινὸς ἔοικε συγκεῖσθαι. σημεῖον δὲ λαμβάνουσιν ὅτι τῶν εὑρισκομένων ἔνιαι διαθρύπτονται ἐν ταῖς χερσὶν ὥσπερ εἰς ἄμμον διὰ τὸ μήπω συνεστάναι μηδὲ συμπεπηγέναι. εὑρίσκουσι δʼ ἀθρόας κατὰ μικρὰ χειροπληθεῖς ὅσον πολλὰς ἢ μικρῷ μείζους ὅταν ἀπαμήσωνται τἄνω· ἐλαφρὰ δὲ σφόδρα ἡ ἄμμος. ἡ δʼ οὖ καὶ ἐν Μήλῳ πᾶσα μὲν ἔνια δʼ οὖ ἐν λίθῳ τινὶ ἑτέρῳ γίνεται καθάπερ ἐλέχθη πρότερον. διαφορὰς δʼ ἔχουσι πρὸς ἀλλήλας καὶ ματι καὶ πυκνότητι καὶ βάρει χρώματι μὲν ὅτι μέλαινα ἐκ τοῦ ῤύακος τοῦ ἐν Σκελίᾳ· πυκνότητι δὲ καὶ βάρει αὕτη τε καὶ μαλώδης. γίνεται γάρ τις καὶ τοιαύτη κίσσηρις καὶ βάρος ἔχει καὶ πυκνότητα καὶ ἐν τῇ χρήσει πολυτιμότερον τῆς ἑτέρας. τμητικὴ δὲ καὶ ἡ ἐκ τοῦ ῥύακος μᾶλλον τῆς κούφης καὶ λευκῆς, τμητικωτάτη δʼ ἐκ τῆς θαλάσσης αὐτῆς. καὶ περὶ μὲν κισσηρίδος ἐπὶ τοσοῦτον εἰρήσθω. περὶ δὲ τῶν πυρουμένων καὶ τῶν ἀπυρώτων λίθων ἀφʼ ὧν καὶ εἰς τοῦτο ἐξέβημεν ἐν ἄλλοις θεωρητέον τὰς αἰτίας. CAP. IV. Τῶν δὲ λίθων καὶ ἄλλαι (διάφοροι) τυγχάνουσιν ἐξ ὧν καὶ τὰ σφραγίδια γλύφουσιν. αἱ μὲν τῇ ὄψει μόνον οἷον τὸ σάρδιον καὶ ἡ ἴασπις καὶ ἡ σάπφψειρος· αὕτη δʼ ἐστὶν ὥσπερ χρυσόπαστος. ἡ δὲ σμάραγδος καὶ δυνάμεις τινὰς ἔχει· τοῦ τε γὰρ ὕδατος ὥσπερ εἴπομεν ἐξομοιοῦται τὴν χρόαν ἑαυτῇ, μετρία μὲν οὖσα ἐλάττονος, ἡ δὲ μεγίστη παντὸς, ἡ δὲ χειρίστη τοῦ καθʼ αὐτὴν μόνον. καὶ πρὸς τὰ ὄμματα ἀγαθὴ, διὸ καὶ τὰ σφραγίδια φοροῦσιν ἐξ αὐτῆς ὥστε βλέπειν· ἔστι δὲ σπανία καὶ τὸ μέγεθος οὐ μεγάλη, πλὴν εἰ πιστεύειν ταῖς ἀναγραφαῖς δεῖ ὑπὲρ τῶν βασιλέων τῶν αἰγυπτίων· ἐκείνοις γάρ φασι κομισθῆναί ποτʼ ἐν δώροις παρὰ τοῦ Βαβυλωνίων βασιλέως μῆκος μὲν τετράπηχυν πλάτος δὲ τρίπηχυν. ἀνακεῖσθαι δὲ καὶ ἐν τῷ τοῦ Διὸς ὀβελίσκῳ σμαράγδους τέτταρας, μῆκος μὲν τετταράκοντα πηχῶν, εὖρος δὲ τῇ μὲν τέτταρας τῇ δὲ δύο. ταῦτα μὲν οὖν ὅτι κατὰ τὴν ἐκείνων γραφήν. τῶν δὲ βακτριανῶν καλουμένων ὑπὸ πολλῶν ἡ ἐν Τύρῳ μεγίστη. στήλη γάρ ἐστιν εὐμεγέθης ἐν τῷ τοῦ Ἡρακλέους ἱερῷ· εἰ μὴ ἄρα ψευδὴς σμάραγδος, καὶ γὰρ τοιαύτη γίνεταί τις φύσις. γίνεται δὲ ἐν τοῖς ἐν ἐφικτῷ καὶ γνωρίμοις τόποις διτταχοῦ μάλιστα περί τε Κύπρον ἐν τοῖς χαλκορυχείοις καὶ ἐν τῇ νήσῳ τῇ ἐπικειμένῃ Χαλκηδόνι. καὶ ἰδιωτέρους εὑρίσκουσιν ἐν ταύτῃ· μεταλλεύεται γὰρ ὥσπερ τἆλλα καὶ ἡ φύσις κατὰ ῥάβδους ἐποίησεν ἐν Κύπρῳ αὐτὴν καθʼ αὐτὴν πολλάς. εὑρίσκονται δὲ σπάνιαι μέγεθος ἔχουσαι σφραγίδος ἀλλʼ ἐλάττους αἰ πολλαὶ, διὸ καὶ πρὸς τὴν κόλλησιν αὐτῇ χρῶνται τοῦ χρυσίου· κολλᾷ γὰρ ὥσπερ ἡ χρυσοκόλλα. καὶ ἔνιοί γε δὴ καὶ ὑπολαμβάνουσι τὴν αὐτὴν φύσιν εἶναι· καὶ γὰρ τὴν χρόαν παρόμοιαι τυγχάνουσιν. ἀλλʼ ἡ μὲν χρυσοκόλλα δαψιλὴς καὶ ἐν τοῖς χρυσείοις καὶ ἔτι μᾶλλον ἐν τοῖς χαλκορυχείοις ὥσπερ ἐν τοῖς περὶ τοὺς τόπους. ἡ δὲ σμάραγδος σπανία καθάπερ εἴρηται· δοκεῖ γὰρ ἐκ τῆς ἰάσπιδος γίνεσθαι. φασὶ γὰρ εὑρεθῆναί ποτε ἐν Κύπρῳ λίθον ἧς τὸ μὲν ἥμισυ σμάραγδος ἦν τὸ ἥμισυ δὲ ἴασπις ὡς οὔπω μεταβεβληκυίας ἀπὸ τοῦ ὕδατος. ἔστι δέ τις αὐτῆς ἐργασία πρὸς τὸ λαμπρόν· ἀργὴ γὰρ οὖσα οὐ λαμπρά. CAP. V. Αὕτη τε δὴ περιττὴ τῇ δυνάμει καὶ τὸ λυγγούριον· καὶ γὰρ ἐκ τούτου γλύφεται τὰ σφραγίδια καὶ ἔστι στερεωτάτη καθάπερ λίθος· ἕλκει γὰρ ὥσπερ τὸ ἤλεκτρον, οἱ δέ φασιν οὐ μόνον κάρφη καὶ ξύλον (φύλλα) ἀλλὰ καὶ χαλκὸν καὶ σίδηρον ἐὰν ᾖ λεπτὸς, ὥσπερ καὶ Διοκλῆς ἔλεγεν. ἔστι δὲ διαφανές τε σφόδρα καὶ ψυχρόν. βέλτιον δὲ τὸ τῶν ἀγρίων ἢ τὸ τῶν ἡμέρων καὶ τὸ τῶν ἀρρένων ἢ τὸ τῶν θηλειῶν ὡς καὶ τῆς τροφῆς διαφερούσης, καὶ τοῦ πονεῖν ἢ μὴ πονεῖν, καὶ τῆς τοὐ σώματος ὅλως φύσεως, ᾗ τὸ μὲν ξηρότερον τὸ δʼ ὑγρότερον. εὑρίσκουσι δʼ ἀνορύττοντες οἱ ἔμπειροι· κατακρύπτεται γὰρ καὶ ἐπαμᾶται γῆν ὅταν οὐρήσῃ. γίνεται δὲ καὶ κατεργασία τις αὐτοῦ πλείων. ἐπεὶ δὲ καὶ τὸ ἤλεκτρον λίθος, τὸ γὰρκιὸν κιὸν ὅ περὶ Λιγυστικὴν, καὶ τούτῳ ἄν ἡ τοῦ ἕλκειν δύναμις ἀκολουθοίη. μάλιστα δʼ ἐπίδηλος καὶ φανερωτάτη ἡ τὸν σίδηρον ἄγουσα. γίνεται δὲ καὶ αὕτη σπανία καὶ ὀλιγαχοῦ. καὶ αὕτη μὲν δὴ συναριθμείσθω τὴν δύναμιν ὁμοίαν ἔχειν. ἐξ ὧν δὲ τὰ σφραγίδια ποιεῖται καὶ ἄλλαι πλείους εἰσὶν, οἷον ἥ θʼ ὑαλοείδης ἣ καὶ ἔμφασιν ποιεῖ καὶ διάφασιν, καὶ τὸ ἀνθράκιον, καὶ ἡ ὄμφαξ· ἔτι δὲ καὶ ἡ κρύσταλλος καὶ τὸ ἀμέθυσον, ἄμφω δὲ διαφανὴ εὑρίσκονται δὲ καὶ αὗται καὶ τὸ σάρδιον διακοπτομένων τινῶν πετρῶν. καὶ ἄλλαι δὲ ὡς προείρηται πρότερον διαφορὰς ἔχουσαι καὶ συνώνυμοι πρὸς ἀλλήλας. τοῦ γὰρ σαρδίου τὸ μὲν διαφανὲς ἐρυθρότερον δὲ καλεῖται θῆλυ, τὸ δὲ διαφανὲς μὲν μελάντερον δὲ καὶ ἄρσεν. καὶ τὰ λυγγούρια δὲ ὡσαύτως ὧν τὸ θῆλυ διαφανέστερον καὶ ξανθότερον. καλεῖται δὲ καὶ κύανος ὁ μὲν ἄρρην ὁ δὲ θῆλυς· μελάντερος δὲ ὁ ἄρρην. τὸ δʼ ὀνύχιον μικτὸν λευκῷ καὶ φαιῷ παρʼ ἄλληλα. τὸ δʼ ἀμέθυσον οἰνωπὸν τῇ χρόᾳ. καλὸς δὲ λίθος καὶ ὁ ἀχάτης ὁ ἀπὸ τοῦ Ἀχάτου ποταμοῦ τοῦ ἐν Σκελίᾳ καὶ πωλεῖται τίμιος. ἐν Λαμψάκῳ δέ ποτʼ ἐν τοῖς χρυσίοις εὑρέθη θαυμαστὴ λίθος ἐξ ἧς ἀνενεχθείσης πρὸς στιρὰν (Ἄστυρα Schn.) σφρα γίδιον γλυφθὲν ἀνεπέμφθη (Ἀλεξάνδρῳ Plin.) βασιλεῖ διὰ τὸ περιττόν.