CAP. I. Τῶν ἐν τῇ γῇ συνισταμένων τά μεν ἐστιν ὕδατος τὰ δὲ γῆς. ὕδατος μὲν τὰ μεταλλευόμενα καθάπερ ἄργυρος καὶ χρυσὸς καὶ τἆλλα, γῆς δὲ λίθος τε καὶ ὅσα λίθων εἴδη περιττότερα καὶ εἴ τινες δὴ τῆς γῆς αὐτῆς ἰδιώτεραι φύσεις εἰσὶν ἢ χρώμασιν ἢ λειότησιν ἢ πυκνότησιν ἢ ἄλλῃ τινὶ δυνάμει. περὶ μὲν οὑν τῶν μεταλλευομένων ἐν ἄλλοις τεθεώρηται περὶ δὲ τούτων (λίθων?) νῦν λέγωμεν. ἅπόντα οὖν ταῦτα χρὴ νομίζειν ὡς ἀπλῶς εἰπεῖν ἐκ καθαρὰς τινος συνεστάναι καὶ ὁμαλῆς ὕλης, εἴτε συρροῆς εἴτε διηθήσεως τινος γενομένης, εἴτε ὡς ἀνωτέρω εἴρηται καὶ κατʼ ἄλλον τρόπον ἐκκεκριμένης· τάχα γὰρ ἐνδέχεται τὰ μὲν οὕτως τὰ δʼ ἐκείνως τὰ δʼ ἄλλως. ἀφʼ ὧν δὴ καὶ τὸ λεῖον καὶ τὸ πυκνὸν καὶ τὸ στιλπνὸν καὶ διαφανὲς καὶ τἆλλα τὰ τοιαῦτα ἔχουσι, καὶ ὅσῳ ἄν ὁμαλέστερον καὶ καθαρώτερον ἕκαστον τοσούτῳ καὶ ταῦτα μᾶλλον ὑπάρχει. τὸ γὰρ ὅλον ὡς ἂν ἀκριβείας ἔχῃ τὰ κατὰ τὴν σύστασιν ἢ πῆξιν οὕτως ἀκολουθεῖ καὶ τὰ ἀπʼ ἐκείνων. ἡ δὲ πῆξις τοῖς μὲν ἀπὸ θερμοῦ τοῖς δʼ ἀπὸ ψυχροῦ γίνεται. κωλύει γὰρ ἴσως οὐδὲν ἔνια γένη λίθων ὑφʼ ἑκατέρων συνίστασθαι τούτων. ἐπεὶ τά γε τῆς γῆς ἅπαντα δόξειεν ἂν ὑπὸ πυρός· ἐπείπερ τοῖς ἐναντίοις ἑκάστων ἡ πῆξις καὶ ἡ τῆξις. ἰδιότητες δὲ πλείους εἰσὶν ἐν τοῖς λίθοις· ἐν μὲν γὰρ τῇ γῇ χρώμασί τε καὶ γλισχρότητι καὶ λειότητι καὶ πυκνότητι καὶ τοῖς τοιούτοις αἱ πολλαὶ διαφοραὶ κατὰ δὲ τὰ ἄλλα σπάνιοι. τοῖς δὲ λίθοις αὗταί τε καὶ πρὸς ταύταις αἱ κατὰ τὰς δυνάμεις τοῦ τε ποιεῖν ἢ πάσχειν ἢ τοῦ μὴ πάσχειν. τηκτοὶ γὰρ οἱ δʼ ἄτηκτοι, καὶ καυστοὶ οἱ δʼ ἄκαυστοι, καὶ ἄλλα τούτοις ὅμοια. καὶ ἐν αὐτῇ τῇ καύσει καὶ πυρώσει πλείους ἔχοντες διαφοράς. ἔνιοι δὲ τοῖς χρώμασιν ἐξομοιοῦν λέγονται δυνάμενοι τὸ ὕδωρ ὥσπερ ἡ σμάραγδος, οἱ δʼ ὅλως ἀπολιθοῦν τὰ τιθέμενα εἰς ἑαυτοὺς, ἕτεροι δὲ ὁλκήν τινα ποιεῖν, οἱ δὲ βασανίζειν τὸν χρυσὸν καὶ τὸν ἄργυρον ὥσπερ ἥ τε καλουμένη λίθος ἡρακλεία καὶ ἡ λυδή. θαυμασιωτάτη δὲ καὶ μεγίστη δύναμις, εἴπερ ἀληθὲς, ἡ τῶν τικτόντων· γνωριμωτέρα δὲ τῶν καὶ ἐν πλείοσι κατὰ τὰς ἐργασίας· γλυπτοὶ γὰρ ἔνιοι καὶ τορνευτοὶ καὶ πριστοὶ, τῶν δὲ οὐδὲ ὅλως ἅπτεται σιδήριον, ἐνίων δὲ κακῶς καὶ μόλις. εἰσὶ δὲ πλείους καὶ ἄλλαι παρὰ ταύτας διαφοραί. αἱ μὲν οὖν κατὰ τὰ χρώματα καὶ τὰς σκληρότητας καὶ μαλακότητας καὶ λειότητας καὶ τἆλλα τὰ τοισῦτα διὰ τὸ περιττὸν πλείοσιν ὑπάρχουσι καὶ ἐνίοις γε κατὰ τόπον ὅλον. ἐξ ὧν δὴ καὶ διωνομασμέναι λιθοτομίαι Παρίων τε καὶ Πεντελικῶν καὶ Χίων τε καὶ Θηβαϊκῶν, καὶ ὡς ὁ περὶ Αἴγυπτον ἐν Θήβαις ἀλαβατρίτης — καὶ γὰρ οὗτος μέγας τέμνεται —, καὶ ὁ τῷ ἐλέφαντι ὅμοιος ὁ χερνίτης καλούμενος, ἐν ᾗ πυέλῳ φασὶ καὶ Δαρεῖον κεῖσθαι. καὶ ὁ πόρος ὅμοιος τῷ χρώματι καὶ τῇ πυκνότητι τῷ παρίῳ τὴν δὲ κουφότητα μόνον ἔχων τοῦ πόρου, διὸ καὶ ἐν τοῖς σπουδαζομένοις οἰκήμασιν ὥσπερ διάζωμα τιθέασιν αὐτὸν οἱ Αἰγύπτιοι. καὶ μέλας αὐτόθι διαφανὴς ὅμοιος τῷ χίῳ, καὶ παῤ ἄλλοις δὲ ἕτεροι πλείους. αἱ μὲν οὖν τοιαῦται διαφοραὶ καθάπερ ἐλέχθη κοινότεραι πλείοσιν, αἱ δὲ κατὰ τὰς δυνάμεις τὰς προειρημένας οὐκέτι τόποις ὅλοις ὑπάρχουσιν οὐδὲ συνεχείαις λίθων οὐδὲ μεγέθεσιν. ἔνιοι δὲ καὶ σπάνιοι πάμπαν εἰσὶ καὶ σμικροὶ καθάπερ ἥ τε σμάραγδος καὶ τὸ σάρδιον καὶ ὁ ἄνθραξ καὶ ἡ σάπφειρος καὶ σχεδὸν . . . λόγον εἰς τὰ σφραγί δια γλυπτῶν. οἱ δὲ καὶ ἐν ἑτέροις εὑρίσκονται διακοπτομένοις. ὀλίγοι δὲ καὶ οἱ περὶ τὴν πύρωσιν καὶ καῦσιν, ὑπὲρ ὧν δὴ καὶ πρῶτον ἴσως λεκτέον τίνας καὶ πόσας ἔχουσι διαφοράς.