CAP. VI. Τὸ μὲν οὖν τοῖς ἐναντίοις ποιεῖν τὴν σἴσθησιν ἔχει τινὰ λόγον ὥσπερ ἐλέχθη· δοκεῖ γὰρ ἡ ἀλλοίωσις οὐχ ὑπὸ τῶν ὁμοίων ἀλλʼ ὑπὸ τῶν ἐναντίων εἶναι. καίτοι καὶ τοῦτο δεῖται πίστεως εἰ ἀλλοίωσις ἡ αἴσθησις εἴ τε τὸ ἐναντίον τοῦ ἐναντίου κριτικόν. τὸ δὲ μετὰ λύπης ἅπασαν εἶναι ψεῦδος οὔτʼ ἐκ τῆς χρήσεως ὁμολογεῖται, τὰ μὲν (γὰρ ) μεθʼ ἡδονῆς τὰ δὲ πλεῖστα ἄνευ λύπης ἐστίν, οὔτʼ ἐκ τῶν εὐλόγων. ἡ μὲν γὰρ αἴσθησις κατὰ φύσιν, οὐδὲν δὲ τῇ φύσει βίᾳ καὶ μετὰ λύπης ἀλλὰ μᾶλλον μεθʼ ἡδονῆς, ὅπερ καὶ φαίνεται συμβαῖνον. τὰ γὰρ πλείω καὶ πλεονάκις ἡδόμεθα καὶ αὐτὸ δὲ τὸ αἰσθάνεσθαι χωρὶς τῆς περδ ἕκαστον ἐπιθυμίας διώκομεν. ἔτι δὲ ἐπεὶ καὶ ἡδονὴ καὶ λύπη γίνεται διὰ τῆς αἰσθήσεως ἅπαν δὲ φύσει πρὸς τὸ βέλτιόν ἐστι, καθάπερ ἡ ἑπιστήμη, μᾶλλον ἂν εἴη μεθʼ ἡδονῆς ἢ μετὰ λύπης. ἀπλῶς δʼ εἴπερ μηδὲ τὸ διανοεῖσθαι μετὰ λύπης, οὐδὲ τὸ αἰσθάνεσθαι· τὸν αὐτὸν γὰρ ἔχει λόγον ἑκάτερον πρὸς τὴν αὐτὴν χρείαν. ἀλλὰ μὴν οὐδὲ αἱ τῶν αἰσθητῶν ὑπερβολαὶ καὶ τὸ τοῦ χρόνου πλῆθος οὐδὲν σημεῖον ὡς μετὰ λύπης ἐστὶν ἀλλὰ μᾶλλον ὡς ἐν συμμετρίᾳ τινὶ καὶ κράσει πρὸς τὸ αἰσθητὸν ἡ αἴσθησις. διόπερ ἴσως τὸ μὲν ἐλλεῖπον ἀναίσθητον τὸ δʼ ὑπερβάλλον λύπην τε ποιεῖ καὶ φθείρει. συμβαίνει τοίνυν τὸ κατὰ φύσιν ἐκ τοῦ παρὰ φύσιν σκοπεῖν· ἡ γὰρ ὑπερβολὴ παρό φύσιν. ἐπεὶ τό γε ἀπʼ ἐνίων καὶ ἐνιότε λυπεῖσθαι καθάπερ καὶ ἥθέσθαι φανερὸν καὶ ὁμολογούμενον· ὥστ οὐδὲν μᾶλλον διά γε τοῦτο μετὰ λύπης ἢ μεθʼ ἡδονῆς ἐστιν ἀλλʼ ἴσως μετʼ οὐδετέρου κατά γε τὸ ἀληθές οὐδὲ γὰρ ἂν δύναιτο κρίνειν, ὥσπερ οὐδὲ ἡ διάνοια συνεχῶς οὖσα μετὰ λύπης ἢ ἡδονῆς. ἀλλὰ τοῦτο μὲν ἀπὸ μικρᾶς ἀρχῆς ἐφʼ ὅλην μετήνεγκε τὴν αἴσθησιν ὅταν δὲ λέγῃ τὰ μείζω μᾶλλον αἰσθάνεσθαι καὶ ἁπλῶς κατὰ τὸ μέγεθος τῶν αἰσθητηρίων εἶναι τὴν αἴσθησιν τὸ μὲν αὐτῶν ἔχει τινὰ ἀπορίαν. οἷον πότερον τὰ μικρὰ μᾶλλον ἢ τὰ μεγάλα τῶν ζώων μᾶλλον αἰσθητικά δόξειε γὰρ ἂν ἀκριβεστέρας αἰσθήσεως εἶναι τὰ μικρὰ μὴ λανθάνειν, καὶ ἅμα τὸ τὰ ἐλάττω δυνάμενον κα τὰ μείζω κρίνειν οὐκ ἄλογον. ἅμα δὲ καὶ δοκεῖ περὶ ἐνίας αἰσθήσεις βέλτιον ἔχειν τὰ μικρὰ τῶν μεγάλω ὥστε ταύτῃ μὲν χείρων ἡ τῶν μειζόνων αἴσθησις. δʼ αὖ φαίνεται καὶ πολλὰ λανθάνειν τὰ μικρὰ τῶν μειζόνων, οἷον οἱ ψόφοι, χρώματα, βελτίων ἡ τῶν μειζόνων· ἅμα δὲ καὶ εὔλογον ὥσπερ καὶ τὴν ὅλην τοῦ σώματος κρᾶσιν ὁμοίως ἔχειν καὶ τὰ περὶ τὰς αἰσθήσεις. τοῦτο μὲν οὖν ὥσπερ ἐλέχθη διαπορήσειεν ἄν τις εἰ ἄρα δεῖ λέγειν οὕτως· οὐ γὰρ ἐν τοῖς ὁμοίοις γένεσιν ἀφώρισται κατὰ τὸ μέγεθος· ἀλλὰ κυριώτατα ἴσως ἡ τοῦ σώματος διάθεσίς τε καὶ κρᾶσις. τὸ δὲ πρὸς τὰ μεγέθη τὴν συμμετρίαν ἀποδιδόναι τῶν αἰσθητῶν ἔοικεν ὁμοίως λέγειν Ἐμπεδοκλεῖ· τῷ γὰρ ἐναρμόττειν τοῖς πόροις ποιεῖ τὴν αἴσθησιν. πλὴν ἐπὶ τῆς ὀσφρήσεως ἴδιον συμβαίνει δυσχερές· ὄζειν μὲν γάρ φησι τὸν λεπτὸν ἀέρα μᾶλλον ὀσφραίνεσθαι δὲ ἀκριβέστερον ὅσα τὸν πυκνὸν ἢ τὸν μανὸν ἕλκει. περὶ δὲ τῆς ἐμφάσεως κοινή τίς ἐστιν ἡ δόξα· σχεδὸν γὰρ οἱ πολλοὶ τὸ ὁρᾷν οὕτως ὑπολαμβάνουσι διὰ τὴν γινομένην ἐν τοῖς ὀφθαλμοῖς ἔμφασιν. τοῦτο δὲ οὐκέτι συνεῖδον ὡς οὔτε τὰ μεγέθη σύμμετρα τὰ ὁρώμενα τοῖς ἐμφαινομένοις οὔτε ἐμφαίνεσθαι πολλὰ ἅμα καὶ τἀναντία δυνατόν. ἔτι δὲ κίνησις καὶ διάστημα καὶ μέγεθος ὁρατὰ μὲν ἔμφασιν δ᾿, οὐ ποιοῦσιν. ἐνίοις δὲ τῶν ζώων οὐδʼ ἐμφαίνεται καθάπερ τοῖς σκληροφθάλμοις καὶ τοῖς ἐνύδροις. ἔτι δὲ καὶ τῶν ἀψύχων διά γε τοῦτο πολλὰ ἂν ὁρῷεν· καὶ γὰρ ἐν ὕδατι καὶ χαλκῷ καὶ ἑτέροις πολλοῖς ἐστιν ἀνάκλασις. φησὶ δὲ καὶ αὐτὸς ἐμφαίνεσθαι μὲν εἰς ἄλληλα (τὰ) χρώματα μᾶλλον δὲ τὸ ἰσχυρὸν εἰς τὸ ἀσθενές· ὥστε ἑκάτερον μὲν ἐχρῆν ὁρᾷν, μᾶλλον δὲ (τὸ) μέλαν καὶ ὅλως (τὸ) ἀσθενέστερον. διὸ καὶ τὴν ὄψιν ὁμόχρων ποιεῖ τῇ νυκτὶ καὶ τὸ φῶς σἴτιον τῆς ἐμφάσεως. καίτοι πρῶτον μὲν τὸ φῶς ὁρῶμεν αὐτὸ διʼ οὐδεμίας ἐμφάσεως, ἔπειτα οὐδὲν ἧττον τὰ μέλανα τῶν λευκῶν οὐκ ἔχει φῶς. ἔτι δέ γʼ ἐν τοῖς ἄλλοις ἀεὶ τὴν ἔμφασιν ὁρῶμεν εἰς τὸ λαμπρότερον καὶ καθαρώτερον γινομένην, ὥσπερ καὶ αὐτὸς λέγει τοὺς ὑμένας τῶν ὀμμάτων λεπτούς εἶναι καὶ λαμπρούς. τιθέασι δὲ καὶ τὴν ὄψιν αὐτὴν οἱ πολλοὶ πυρός ταύτης τῆς χρόας μετεχούσας μᾶλλον. Ἀναξαγόρας μὲν οὖν ὥσπερ ἐλέχθη κοινήν τινα ταύτην καὶ παλαιὰν δόξαν ἀναφέρει. πλὴν ἴδιον ἐπὶ πάσαις λέγει ταῖς αἰσθήσεσι καὶ μάλιστα ἐπὶ τῇ ὄψει διότι τὸ μὲν αἰσθανόμενόν ἐστιν, οὐ δηλοῖ δὲ τὰς σωματικωτάτας αἰσθήσεις. CAP. VII. Κλείδημος δὲ μόνος ἰδίως εἴρηκε περὶ τῆς ὄψεως. αἰσθάνεσθαι γάρ φησι τοῖς ὀφθαλμοῖς μὲν ὅτι διαφανεῖς· ταῖς δʼ ἀκοαῖς ὅτι ἐμπίπτων ὁ ἀὴρ κινεῖ. ταῖς δὲ ῥισὶν ἐφελκομένους τὸν ἀέρα, τοῦτον γὰρ ἀναμίγνυσθαι· τῇ δὲ γλώσσῃ τοὺς χυμοὺς καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν διὰ τὸ σομφὴν εἶναι· τῷ δʼ ἄλλῳ σώματι παρὰ μὲν ταῦτʼ οὐδὲν, αὐτῶν δὲ τούτων καὶ τὸ θερμὸν καὶ τὰ ὑγρὰ καὶ τὰ ἐναντία· μόνον δὲ τὰς ἀκοὰς αὐτὰς μὲν οὐδὲν κρίνειν εἰς δὲ τὸν νοῦν διαπέμπειν, οὐχ ὥσπερ Ἀναξαγόρας ἀρχὴν ποιῶν πάντων τὸν νοῦν. CAP. VIII. Διογένης δὲ, ὥσπερ τὸ ζῆν καὶ τὸ φρονεῖν, τῷ ἀέρι καὶ τὰς αἰσθήσεις ἀνάπτει, διὸ καὶ δόξειεν ἂν τῷ ὁμοίῳ ποιεῖν· οὐδὲ γὰρ τὸ ποιεῖν εἶναι καὶ πάσχειν εἰ μὴ πάντα ἦν ἐξ ἑνός. τὴν μὲν ὄσφρησιν τῷ περὶ τὸν ἐγκέφαλον ἀέρι· τοῦτον γὰρ ἄθρουν εἶναι καὶ σύμμετρον τῇ ἀκοῇ (ἀναπνοῇ Sch.)· τὸν ἐγκέφαλον αὐτὸν μόνον καὶ φλεβία, λεπτότατον δʼ ἐν οἷς ἡ θέσις ἀσύμμετρος, καὶ οὐ μίγνυσθαι ταῖς ὀσμαῖς· ὡς εἴ τις εἴη τῇ κράσει σύμμετρος δῆλον ὡς αἰσθανόμενον ἄν. τὴν δʼ ἀκοὴν ὅταν ὁ ἐν τοῖς ὠσὶν ἀὴρ κινηθεὶς ὑπὸ τοῦ ἔξω διαδῷ πρὸς τὸν ἐγκέφαλον. τὴν δʼ ὄψιν ὁρᾷν ἐμφαινομένων εἰς τὴν κόρην, ταύτην δὲ μιγνυμένην τῷ ἐντὸς ἀέρι ποιεῖν αἴσθησιν· σημεῖον δὲ· ἐὰν γὰρ φλεγμασία γένηται τῶν φλεβῶν οὐ μίγνυσθαι τῷ ἐντὸς οὔθ᾿ ὁρᾷν ὁμοίως τῆς ἐμφάσεως οὔσης. τὴν δὲ γεῦσιν τῇ γλώττῃ διὰ τὸ μανὸν καὶ ἁπαλόν. περὶ δὲ ἁφῆς οὐδὲν ἀφώρισεν, οὔτε πῶς οὔτε τίνων ἰκτίν· ἀλλὰ μετὰ ταῦτα πειρᾶται λέγειν διὰ τί συμβαίνει τὰς αἰσθήσεις ἀκριβεστέρας εἶναι καὶ τῶν ποίων. ὄσφρησιν μὶν οὖν ὀξυτάτην οἷς ἐλάχιστος ἀὴρ ἐν τῇ κεφαλῇ, ἥκιστα γὰρ μίγνυσθαι· καὶ πρὸς τούτοις ἐὰν ἕλκῃ διὰ μακροτέρου καὶ στενοτέρου, θᾶττον γὰρ οὕτω κρίνεσθαι· διόπερ ἔνια τῶν ζώων ὀσφραντικώτερα τῶν ἀνθρώπων εἶναι· οὐ μὴν ἀλλὰ συμμέτρου γε οὔσης τῆς ὀσμῆς τῷ ἀέρι πρὸς τὴν κρᾶσιν μάλιστα ἂν αἰσθάνεσθαι τὸν ἄνθρωπον. ἀκούειν δʼ ὀξύτατα ὧν αἵ τε φλέβες λεπταὶ αἰ παρὰ τῇ αἰσθήσει καὶ ἡ ἀκοὴ τέτρηται βραχὺ καὶ λεπτὸν καὶ ἰθὺ, καὶ πρὸς τούτοις τὸ οὖς ὀρθὸν ἔχει καὶ μέγα· κινούμενον γὰρ τὸν ἐν τοῖς ὠσὶν ἀέρα κινεῖν τὸν ἐντός. ἐὰν δὲ εὐρυτέρα ᾖ κινουμένου τοῦ ἀέρος ἦχον εἶναι καὶ τὸν ψόφον ἄναρθρον διὰ τὸ μὴ προσπίπτειν πρὸς ἠρεμοῦν. ὁρᾷν δʼ ὀξύτατον ὅσα τε τὸν ἀέρα καὶ τὰς φλέβας ἔχει λεπτὰς ὥσπερ ἐπὶ τῶν ἄλλων καὶ ὅσα τὸν ὀφθαλμὸν λαμπρότατον. μάλιστα δʼ ἐμφαίνεσθαι τὸ ἐναντίον χρῶμα, διʼ ὃ τοὺς μελανοφθάλμους μεθʼ ἡμέραν καὶ τὰ λαμπρὰ μᾶλλον ὁρᾷν τοὺς δʼ ἐναντίους νύκτωρ. ὅτι δὲ ὁ ἐντὸς ἀὴρ αἰσθάνεται μικρὸν ὢν μόριον τοῦ θεοῦ σημεῖον εἶναι ὅτι πολλάκις πρὸς ἄλλα τὸν νοῦν ἔχοντες οὔθ᾿ ὁρῶμεν οὔτʼ ἀκούομεν. ἡδονὴν δὲ καὶ λύπην γίνεσθαι τόνδε τὸν τρόπον. ὅταν μὲν πολὺς ὁ ἀὴρ μίσγηται τῷ αἵματι καὶ κουφίζῃ κατὰ φύσιν ὢν καὶ κατὰ πᾶν τὸ σῶμα διεξιὼν ἡδονήν· ὅταν δὲ παρὰ φύσιν καὶ μὴ μίσγηται συνιζάνοντος τοῦ αἵματος καὶ ἀσθενεστέρου καὶ πυκνοτέρου γιγνομένου λύπην. ὁμοίως καὶ θράσος καὶ ὑγίειαν καὶ τἀναντία. κριτικώτατον δὲ ἡδονῆς τὴν γλῶτταν· ἁπαλώτατον γὰρ εἶναι καὶ μανὸν καὶ τὰς φλέβας ἁπάσας ἀνήκειν εἰς ωὐτήν· διὸ σημεῖά τε πλεῖστα τοῖς κάμνουσιν ἐπʼ αὐτῆς εἶναι, καὶ τῶν ἄλλων ζώων τὰ χρώματα μηνύειν, ὁπόσα γὰρ ἂν ᾖ καὶ ὁποῖα τοσαῦτα ἐμφαίνεσθαι. τὴν μὲν οὖν αἴσθησιν οὕτω καὶ διὰ τοῦτο γίγνεσθαι. φρονεῖν δὲ ὥσπερ ἐλέχθη τῷ ἀέρι καθαρῷ καὶ ξηρῷ κωλύειν γὰρ τὴν ἰκμάδα τὸν νοῦν, διὸ καὶ ἐν τοῖς ὕπνοις καὶ ἐν ταῖς μέθαῖς καὶ ἐν ταῖς πλησμοναῖς ττον φρονεῖν. ὅτι δὲ ἡ ὑγρότης ἀφαιρεῖται τὸν νοῦν σημεῖον ὅτι τὰ ἄλλα ζῶα χείρω τὴν διάνοιαν· ἀναπνεῖν τε γὰρ τὸν ἀπὸ τῆς γῆς ἀέρα καὶ τροφὴν ὑγροτέραν προσφέρεσθαι. τοὺς δὲ ὄρνιθας ἀναπνεῖν μὲν καθαρὸν φύσιν δὲ ὁμοίαν ἔχειν τοῖς ἰχθύσι· καὶ γὰρ τὴν σάρκα στιφρὰν καὶ τὸ πνεῦμα οὐ διιέναι διὰ παντὸς ἀλλὰ ἑστάναι περὶ τὴν κοιλίαν. διὸ τὴν μὲν τροφὴν ταχὺ πέττειν αὐτὸ δʼ ἄφρον εἶναι. συμβάλλεσθαι δʼ ἔτι πρὸς τῇ τροφῇ καὶ τὸ στόμα καὶ τὴν γλῶτταν· οὐ γὰρ δύνασθαι συνιέναι ἀλλήλων. τὰ δὲ φυτὰ διὰ τὸ μὴ εἶναι κοῖλα μηδὲ ἀναδέχεσθαι τὸν ἀέρα παντελῶς ἀφῃρῆσθαι τὸ φρονεῖν. ταὐτὸν δʼ αἴτιον εἶναι καὶ ὅτι τὰ παίδια ἄφρονα. πολὺ γὰρ ἔχειν τὸ ὑγρὸν ὥστε μὴ δύνασθαι διὰ παντὸς διιέναι τοῦ σώματος (τὸν ἀέρα) ἀλλὰ ἐκκρίνεσθαι περὶ τὰ στήθη, διὸ νωθῆ τε εἶναι καὶ ἄφρονα. ὀργίλα δὲ καὶ ὅλως ὀξύρροπα καὶ εὐμετάπτωτα διὰ τὸ ἐν μικρῷ κινεῖσθαι τὸν ἀέρα πολύν· ὅπερ καὶ τῆς λήθης αἴτιον εἶναι· διὰ γὰρ τὸ μὴ ἰέναι διὰ παντὸς τοῦ σώματος οὐ δύνασθαι καὶ συνιέναι· σημεῖον δέ· καὶ γὰρ τοῖς ἀναμιμνησκομένοις τὴν ἀπορίαν εἶναι περὶ τὸ στῇθος, ὅταν δὲ εὕρωσι διασκίδνασθαι καὶ ἀνακουφίζεσθαι τῆς λύπης. CAP. IX. Διογένης μὲν οὖν πάντα βουλόμενος ἀνάπτειν τῷ ἀέρι πολλῶν ἀπολείπεται πρὸς πίστιν. οὔτε γὰρ τὴν αἴσθησιν οὔτε τὴν φρόνησιν ἴδιον ποιεῖ τῶν ἐμψύχων. ἴσως γὰρ καὶ ἀέρα τοιοῦτον καὶ κρᾶσιν καὶ συμμετρίαν ἐνδέχεται πανταχοῦ καὶ πᾶσιν ὑπάρχειν, εἰ δὲ μὴ τοῦτο αὐτὸ λεκτέον. ἔτι δὲ καὶ ἐν αὐταῖς ταῖς διαφόροις αἰσθήσεσιν ὥστε ἐνδέχεσθαι τὰ τῆς ὄψεως τὴν ἀκοὴν κρίνειν καὶ ὥσπερ ἡμεῖς τῇ ὀσφρήσει ταῦτα ἄλλο τι ζῶον ἕτερα διὰ τὸ τὴν αὐτὴν ἔχειν κρᾶσιν. ὥστε καὶ τῇ περὶ τὸν θώρακα ἀναπνοῇ κρίνειν τότε τὰς ὀσμάς· ἐνδέχεται γὰρ ἐνίοτε σύμμετρον εἶναι ταύταις. εὔηθες δὲ καὶ τὸ περὶ τὴν ὄψιν ὡς τῷ ἀέρι τῷ ἐντὸς ὁρῶμεν· ἀλλὰ ἐλέγχει μέν πως τούς τὴν ἔμφασιν ποιοῦντας οὐ μὴν αὐτὸς λέγει τὴν αἰτίαν. ἔπειτα τὸ μὲν αἰσθάνεσθαι καὶ ἥδεσθαι καὶ φρονεῖν τῇ τε ἀναπνοῇ καὶ τῇ μίξει τοῦ αἵματος ἀποδίδωσι. πολλὰ δὲ τῶν ζώων τὰ μὲν ἄναιμα τὰ δὲ ὅλως οὐκ ἀναπνεῖ· καὶ εἰ δεῖ διὰ παντὸς τοῦ σώματος διιέναι τὴν ἀναπνοὴν ἀλλὰ μορίων τινῶν ... μικροῦ γὰρ ἕνεκα τοῦτʼ ἔστιν, οὐθὲν ἂν κωλύοι διά γε τοῦτο καὶ τὰ πάντα καὶ μεμνῆσθαι καὶ φρονεῖν. ἔτι δὲ εἰ καὶ τοῦτο συνέβαινεν οὐκ ἂν ἦν ἐμποδών. οὐ γὰρ ἐν ἅπασι τοῖς μέρεσιν ὁ νοῦς, οἷον ἐν τοῖς σκέλεσι καὶ τοῖς ποσὶν, ἀλλὰ ἐν ὡρισμένοις, διʼ ὧν καὶ οἱ ἐν ἡλικίᾳ καὶ μέμνηνται καὶ φρονοῦσιν. εὔηθες δὲ καὶ τὸ τοὺς ἀνθρώπους διαφέρειν τῷ καθαρώτερον ἀναπνεῖν ἀλλʼ οὐ τὴν φύσιν καθάπερ καὶ τὰ ἔμψυχα τῶν ἀψύχων. ἐχρῆν γὰρ εὐθὺς μεταλλάξαντα τόπον διαφέρειν τῷ φψρονεῖν· καὶ τῶν ἀνθρώπων δὲ τοὺς ἐν τοῖς ὑψηλοῖς ἐμφρονεστέρους εἶναι τῶν πάντων δὲ μάλιστα τούς THEOPHR III. ὄρνιθας· οὐ γὰρ τοσοῦτον ἡ τῆς σαρκὸς διαφέρει φύσις ὅσον ἡ τοῦ ἀέρος καθαριότης. ἔτι δὲ τὰ φυτὰ μὴ φρονεῖν διὰ τὸ μὴ ἔχειν κενὸν, οἷς δʼ ἐνυπάρχει ταῦτα πάντα φρονεῖν. Διογένης μὲν οὖν ὥσπερ εἴπομεν ἅπαντα προθυμούμενος ἀνάγειν εἰς τὴν ἀρχὴν πολλὰ διαμαρτάνει τῶν εὐλόγων. CAP. Χ. Δημόκριτος δὲ περὶ μὲν αἰσθήσεως οὐ διορίζει πότερα τοῖς ἐναντίοις ἢ τοῖς ὁμοίοις ἐστίν. εἰ μὲν γὰρ ἀλλοιοῦσθαι ποιεῖ τὸ αἰσθάνεσθαι δόξειεν ἂν τοῖς διαφόροις· οὐ γὰρ ἀλλοιοῦται τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου· πάλιν δʼ (εἰ) τὸ μὲν αἰσθάνεσθαι καὶ ἀπλῶς ἀλλοιοῦσθαι πάσχειν, ἀδύνατον δὲ, φησὶ, τὸ μὴ ταὐτὰ πάσχειν, * ἀλλὰ καὶ ἕτερα ὄντα ποιεῖν οὐχ ἕτερα ἀλλʼ ἢ ταὐτόν τι πάσχει τοῖς ὁμοίοις. διὸ περὶ μὲν τούτων ἀμφοτέρως ἐστὶν ὑπολαμβάνειν. περὶ ἑκάστης δʼ ἤδη τῶν ἐν μέρει πειρᾶται λέγειν. ὁρᾷν μὲν οὖν ποιεῖ τῇ ἐμφάσει· ταύτην δʼ ἰδίως λέγει· τὴν γὰρ ἔμφασιν οὐκ εὐθὺς ἐν τῇ κόρῃ γίνεσθαι ἀλλὰ τὸν ἀέρα τὸν μεταξὺ τῆς ὄψεως καὶ τοῦ ὁρωμένου τυποῦσθαι συστελλόμενον ὑπὸ τοῦ ὁρωμένου καὶ τοῦ ὁρῶντος· ἅπαντος γὰρ ἀεὶ γίνεσθαί τινα ἀπορροήν· ἔπειτα τοῦτον στερεὸν ὄντα καὶ ἀλλόχρων ἐμφαίνεσθαι τοῖς ὄμμασιν ὑγροῖς· καὶ τὸ μὲν πυκνὸν οὐ δέχεσθαι τὸ δʼ ὑγρὸν διιέναι. διὸ καὶ τοὺς ὑγροὺς τῶν σκληρῶν ὀφθαλμιῶν ἀμείνους εἶναι πρὸς τὸ ὁρᾷν εἰ ὁ μὲν ἔξω χιτὼν ὡς λεπτότατος καὶ πυκνότατος εἴη τὰ δʼ ἐντὸς ὡς μάλιστα σομφὰ καὶ κενὰ πυκνῆς καὶ ἰσχυρᾶς σαρκὸς, ἔτι δὲ ἰκμάδος παχείας τε καὶ λιπαρᾶς, καὶ αἱ φλέβες κατὰ τούς ὀφθαλμιοὺς εὐθεῖαι καὶ ἄνικμοι καὶ ὁμοσχημονοῖεν τοῖς ἀποτυπουμένοις. τὰ γὰρ ὁμόφυλα μάλιστα ἕκαστον γνωρίζειν.