CAP. XVI. Ἄτοπον δὲ καὶ τούτου πρῶτον μὲν τὸ μὴ πάντα ὁμοίως ἀποδοῦναι μηδὲ ὅσα τοῦ αὐτοὐ γένους. ὁρίσας γὰρ τὸ θερμὸν σχήματι τὸ ψυχρὸν οὐχ ὡσαύτως ἀπέδωκεν. ἐπεὶ δὲ μαλακὸν τὸ ὑπεῖκον, φα νερὸν ὅτι τὸ ὕδωρ καὶ ὁ ἀὴρ καὶ τὸ πῦρ μαλακά· φησὶ γὰρ ὑπείκειν τὸ μικρὰν ἔχον βάσιν, ὥστε τὸ πῦρ ἄν εἴη μαλακώτατον. δοκεῖ δὲ τούτων οὐθὲν οὔθʼ ὅλως τὸ μὴ μένον ἀλλὰ μεθιστάμενον εἶναι μαλακὸν ἄλλὸ τὸ εἰς τὸ βάθος ὑπεῖκον ἄνευ μεταστάσεως. ἔτι δὲ· τὸ βαρύ καὶ κοῦφον οὐχ ἀπλῶς ἀλλʼ ἐπὶ τῶν γεωδῶ ἀφώρικε· τούτων γὰρ δοκεῖ τὸ μὲν βαρὺ χαλεπῶς τ δὲ κοῦφον ῥᾷον ἄγεσθαι πρὸς ἀλλότριον τόπον· τὸ δὲ πῦρ καὶ ὁ ἀὴρ ταῖς εἰς τούς οἰκείους τόπους φοραῖς κούφα καὶ ἔστι καὶ δοκεῖ. διόπερ οὐκ ἔσται τὸ μὲν ἔλαττον τῶν ὁμογενῶν ἔχον βαρὺ τὸ δὲ πλεῖον κοῦφον· τὸ μὲν γὰρ πῦρ ὅσον ἄν ᾖ πλησίον κουφότερον, ἀλλʼ ἄνω μὲν τιθεμένου τοῦ πυρὸς ἐφαρμόσουσι οἱ λόγοι καὶ οὗτος κἀκεῖνος ἐνταῦθα δʼ οὐδέτερος. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς γῆς· ἄνωθεν γὰρ δεῦρο θᾶττον οἰσθήσεται τὸ πλέον. ὥστε οὐχ ἀπλῶς ἡ γῆ καὶ τὸ πῦρ ἐστὶ τὸ μὲν βαρύ τὸ δὲ κοῦφον, ἀλλʼ ἑκάτερον πρὸς τὸν τόπον· οὐδʼ ὁμοίως ἐνταῦθα καὶ τὸ γεῶδες ἀλλʼ ἀνάπαλιν. ἐνταῦθα μὲν τὸ ἔλαττον, ἐκεῖ δὲ τὸ πλέον ἐχόν τῶν ὁμογενῶν κουφότερον. ταῦτα δὲ πάντα συμβαίνει διὰ τὸ μὴ ἀπλῶς περὶ κούφου καὶ βαρέος ἀλλὰ περὶ τοῦ γεώδους ἀφορίζειν. τῶν δὲ χυλῶν τὰς μὲν φύσεις οὐ λέγει τίς ἕκαστος, εἰ ἄρα τέσσαρες αἰ πᾶσαι διαφοραὶ, τὰ δὲ πάθη τὰ συμβαίνοντα ἀπʼ αὐτῶν δηλοῖ. συνάγειν γὰρ τούς πόρους τὸ στρυφνὸν ἢ στυπτικὸν, καὶ καθαίρειν τὸ ἁλμυρὸν, ὅπερ πάθος ἐστὶν ἡμέτερον. ὁμοίως δὲ καὶ τὰ ἄλλα. ζητοῦμεν δὲ τὴν οὐσίαν μᾶλλον καὶ διὰ τί ταῦτα δρῶσιν· ἐπεὶ τά γε πάθη θεωροῦμεν. ἀπορήσειε δʼ ἄν τις καὶ περὶ τῶν ὀσμητῶν εἴ ἐστιν εἴδη· καὶ γὰρ τοῖς πάθεσι καὶ ταῖς ἡδοναῖς διαφέρουσιν ὥσπερ οἱ χυλοί. καὶ ἅμα δόξειεν ἄν ὁμοίως ἔχειν ἐπὶ πάντων. περὶ δὲ τῆς ὀσμῆς τι ἀπορροή τίς ἐστι καὶ ἀνάπνευσις τοῦ ἀέρος σχεδὸν ὁμολογοῦσιν. τὸ δʼ ἀφομοιοῦν καπνῷ καὶ ὁμίχλῃ, ταὐτά τε λέγειν οὐκ ἀληθές. οὐδὲ γὰρ αὐτὸς φαίνεται ποιεῖν. τὸν μὲν γὰρ ἐξ ὕδατος εἰς ἀέρα, τὴν δʼ ὁμίχλην ἐξ ἀέρος εἰς ὕδωρ λέγει μεταβάλλειν. καίτοι δοκεῖ γʼ ἀνάπαλιν ἔχειν ἐπὶ τῆς ὁμίχλης, διὸ καὶ παύεται τὰ ὕδατα γινομένης ὁμίχλης. ἐνδεεστέρως καὶ ὁ τῆς φωνῆς εἴρηται λόγος· οὔτε γὰρ κοινὸς ἅπασι τοῖς ζώοις ἐστὶ οὕτε τὴν αἰτίαν λέγει τῆς αἰσθήσεως βουλόμενος. ἔτι δὲ οὐ τὸν ψόφον καὶ τὴν φωνὴν ἀλλὰ τὴν ἡμετέραν αἴσθησιν ἔοικεν ἀφορίζειν. περὶ δὲ χρωμάτων σχεδὸν ὁμοίως Ἐμπεδοκλεῖ λέγει· τὸ γὰρ σύμμετρα ἔχειν μόρια τῇ ὄψει τὸ τοῖς πόροις ἐναρμόττειν ἐστίν. ἄτοπον δὲ τὸ μόνην ταύτην ἀποδιδόναι τῶν αἰσθήσεων· ἔτι δὲ τὸ ἀπλῶς τὸ χρῶμα φλόγα λέγειν· τὸ μὲν γὰρ λευκὸν ἔχειν τινὰ ὁμοιότητα, τὸ δὲ μέλαν ἐναντίον ἂν φανείη. τὴν δὲ τῶν ἄλλων μίξιν τὸ ἀφαιρεῖν ὅλως οὐκ ἐνδέχεται ἀποδοῦναι ταῖς αἰτίαις δεῖταί τινος λόγου καὶ πίστεως.