CAP. XV. Πλάτων δὲ θερμὸν μὲν εἶναί φησι τὸ διακρῖνον διʼ ὀξύτητα τῶν γωνιῶν· ψυχρὸν δὲ ὅταν τῆς ὑγρότητος ἐκκρίνηται τὰ ἐλάττω καὶ μὴ δυνάμενα εἰσιέναι τὰ μείζω κύκλῳ περιωθῇ· τῇ γὰρ μάχῃ τρόμον καὶ τῷ πάθει ῥῖγος εἶναι ὄνομα. σκληρὸν δὲ ᾦ ἂν ἡ σάρξ ὑκείκῃ, μαλακὸν δὲ ὃ ἂν τῇ σαρκὶ. καὶ πρὸς ἄλληλα ὁμοίως. ὑπείκειν δὲ τὸ μικρὰν ἔχον βάσιν. βαρὺ δὲ καὶ κουφον τῷ μὲν ἄνω καὶ κάτω διορίζειν οὐ δεῖν, οὐ γὰρ εἶναι τοιούτων φύσιν. ἀλλὰ κοῦφον μὲν εἶναι τὸ εἰς τὸν ταρὰ φύσιν τόπον ῥᾳδίως ἑλκόμενον, βαρὺ δὲ τὸ χαλεπῶς τραχὺ δὲ καὶ λεῖον ὡς ίκανῶς ὄντα φανερὰ παραλείπει καὶ οὐ λέγει. ἡδὺ δὲ τὸ ἀπιὸν εἰς τὴν φύσιν ἀθρόον πάθος, τὸ δὲ παρὰ φύσιν καὶ βίᾳ λυπηρὸν, τὰ δὲ μέσα καὶ ἀναίσθητα ἀνὰ λόγον. διὸ καὶ κατὰ τὸ ὁρᾷν οὐκ εἶναι λύπην οὔθʼ ἡδονὴν τῇ διακρίσει καὶ συγκρίσει περὶ δὲ χυμῶν ἐν μὲν τοῖς περὶ ὕδατος τέτταρα λέγει ὕδατος εἴδη· ἐν χυλοῖς μὲν οἶνον, ὀπὸν, ἔλαιον, μέλι, ἐν δὲ τοῖς πάθεσι τὸν γεώδη χυμόν· καὶ διὰ ταῦτα συνάγοντα τοὺς χυμούς καὶ συγκρίνοντα τὰ μὲν τραχύτερα στρυφνὰ εἶναι, τὰ δὲ ἧττον αὐστηρά. τὸ δὲ ρυπτικὸν τῶν πόρων καὶ ἀποκαθαρτικὸν ἁλμυρόν· τὸ δὲ σφόδρα ῥυπτικὸν ὥστε καὶ ἐκτήκειν πικρόν. τὰ δὲ θερμαινόμενα καὶ ἀναφερόμενα καὶ διακρίνοντα δριμέα· τὰ δὲ κυκῶντα ὀξέα. τὰ δὲ σὺν τῇ ὑγρότητι τῇ ἐν τῇ γλώττῃ καὶ διαχυτικὰ καὶ συστατικὰ εἰς τὴν φύσιν γλυκέα. τὰς δʼ ὀσμὰς εἴδη μὲν οὐκ ἔχειν ἀλλὰ τῷ λυπηρῷ καὶ ἡδεῖ διαφέρειν. εἶναι δὲ τὴν ὀσμὴν ὕδατος μὲν λεπτότερον, ἀέρος δὲ παχύτερον. σημεῖον δὲ ὅτι, ὅταν ἐπιφράξαντες ἀνασπῶσιν, ἄνευ ὀσμῆς τὸ πνεῦμα εἰσέρχεται, διὸ καθάπερ καπνὸν καὶ ὁμίχλην εἶναι τῶν σωμάτων ἀόρατον εἶναι δὲ καπνὸν μὲν μεταβολὴν ἐξ ὕδατος εἰς ἀέρα, ὁμίχλην δὲ τὴν ἐξ ἀέρος εἰς ὕδωρ. φωνὴν δὲ εἶναι πληγὴν ὑπὸ ἀέρος ἐγκεφάλου καὶ αἵματος διʼ ὤτων μέχρι ψυχῆς· ὀξεῖαν δὲ καὶ βαρεῖαν τὴν ταχεῖαν κοὶ βραδεῖαν· συμφωνεῖν δʼ ὅταν ἡ ἀρχὴ τῆς βραδείσς ὁμοία ᾖ τῇ τελευτῇ τῆς ταχείας. τὸ δὲ χρῶμα φλόγα εἶναι ἀπὸ τῶν σωμάτων σύμμετρα μόρια ἔχουσαν τῇ ὄψει. λευκὸν μὲν τὸ διακριτικὸν μέλαν δὲ τὸ συγκρι τικὸν, ἀνάλογον δὲ τοῖς περὶ τὴν σάρκα θερμοῖς κοὶ ψυχροῖς καὶ τοῖς περὶ τὴν γλῶσσαν στρυφνοῖς καὶ δριμέσι. λαμπρὸν δὲ τὸ πυρῶδες λευκόν. τὰ δὲ ἄλλα ἐκ τούτων· ἐν οἷς δὲ λόγοις οὐδʼ εἴ τις εἰδείη χρῆναι λέγειν φησὶν, ὧν οὐκ ἔχομεν εἰκότα λόγον ἢ ἀναγκαῖον οὐδʼ εἰ πειρωμένων μὴ γίγνοιτο οὐθὲν ἄτοπον, ἀλλὰ τὸν θεὸν δύνασθαι τοῦτο δρᾷν. ἃ μὲν οὖν εἴρηκε κοὶ πῶς ἀφώρικε σχεδὸν ταῦτά ἐστιν.