CAP. Χ. Δημόκριτος δὲ περὶ μὲν αἰσθήσεως οὐ διορίζει πότερα τοῖς ἐναντίοις ἢ τοῖς ὁμοίοις ἐστίν. εἰ μὲν γὰρ ἀλλοιοῦσθαι ποιεῖ τὸ αἰσθάνεσθαι δόξειεν ἂν τοῖς διαφόροις· οὐ γὰρ ἀλλοιοῦται τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου· πάλιν δʼ (εἰ) τὸ μὲν αἰσθάνεσθαι καὶ ἀπλῶς ἀλλοιοῦσθαι πάσχειν, ἀδύνατον δὲ, φησὶ, τὸ μὴ ταὐτὰ πάσχειν, * ἀλλὰ καὶ ἕτερα ὄντα ποιεῖν οὐχ ἕτερα ἀλλʼ ἢ ταὐτόν τι πάσχει τοῖς ὁμοίοις. διὸ περὶ μὲν τούτων ἀμφοτέρως ἐστὶν ὑπολαμβάνειν. περὶ ἑκάστης δʼ ἤδη τῶν ἐν μέρει πειρᾶται λέγειν. ὁρᾷν μὲν οὖν ποιεῖ τῇ ἐμφάσει· ταύτην δʼ ἰδίως λέγει· τὴν γὰρ ἔμφασιν οὐκ εὐθὺς ἐν τῇ κόρῃ γίνεσθαι ἀλλὰ τὸν ἀέρα τὸν μεταξὺ τῆς ὄψεως καὶ τοῦ ὁρωμένου τυποῦσθαι συστελλόμενον ὑπὸ τοῦ ὁρωμένου καὶ τοῦ ὁρῶντος· ἅπαντος γὰρ ἀεὶ γίνεσθαί τινα ἀπορροήν· ἔπειτα τοῦτον στερεὸν ὄντα καὶ ἀλλόχρων ἐμφαίνεσθαι τοῖς ὄμμασιν ὑγροῖς· καὶ τὸ μὲν πυκνὸν οὐ δέχεσθαι τὸ δʼ ὑγρὸν διιέναι. διὸ καὶ τοὺς ὑγροὺς τῶν σκληρῶν ὀφθαλμιῶν ἀμείνους εἶναι πρὸς τὸ ὁρᾷν εἰ ὁ μὲν ἔξω χιτὼν ὡς λεπτότατος καὶ πυκνότατος εἴη τὰ δʼ ἐντὸς ὡς μάλιστα σομφὰ καὶ κενὰ πυκνῆς καὶ ἰσχυρᾶς σαρκὸς, ἔτι δὲ ἰκμάδος παχείας τε καὶ λιπαρᾶς, καὶ αἱ φλέβες κατὰ τούς ὀφθαλμιοὺς εὐθεῖαι καὶ ἄνικμοι καὶ ὁμοσχημονοῖεν τοῖς ἀποτυπουμένοις. τὰ γὰρ ὁμόφυλα μάλιστα ἕκαστον γνωρίζειν.