ΠΕΡΙ ΑΙΣΘΗΣΕΩΣ ΚΑΙ ΑΙΣΘΗΤΩΝ CAP. I. Περὶ δʼ αἰσθήσεως αἱ μὲν πολλαὶ καὶθόλου δόξαι δύο εἰσίν· οἱ μὲν γὰρ τῷ ὁμοίῳ ποιοῦν ται οἱ δὲ τῷ ἐναντίῳ. Παρμενίδης μὲν καὶ Ἐμπεδοκλὴς καὶ Πλάτων τῷ ὁμοίῳ, οἱ δὲ περὶ Ἀναξαγόραν καὶ Ἡράκλειτον τῷ ἐναντίῳ. τὸ δὲ πιθανὸν ἔλαβον οἱ μὲν ὅτι τῶν ἄλλων τε τὰ πλεῖστα τῇ ὁμοιότητι θεωρεῖται καὶ ὅτι σύμφυτόν ἐστι πᾶσι τοῖς ζώοις τὰ συγγενῆ γνωρίζειν, ἔτι δʼ ὡς τὸ μὲν αἰσθάνεσθαι τῇ ἀπορ ροίᾳ γίνεται τὸ δʼ ὅμοιον φέρεται πρὸς τὸ ὅμοιον. οἱ δὲ τὴν αἴσθησιν ὑπολαμβάνοντες ἐν ἀλλοιώσει γίνεσθαι καὶ τὸ μὲν ὅμοιον ἀπαθὲς ὑπὸ τοῦ ὁμοίου τὸ δʼ ἐναντίον παθητικὸν τούτῳ προσέθεσαν τὴν γνώμην· ἐπιμαρτυρεῖν δʼ οἴονται καὶ τὸ περὶ τὴν ἀρὴν συμβαῖνον· τὸ γὰρ ὁμοίως τῇ σαρκὶ θερμὸν ἢ ψυχρὸν (οὐ) ποιεῖν αἴσθησιν. καθόλου μὲν οὖν περὶ αἰσθήσεως αὗται παραδέδονται δόξαι. περὶ ἑκάστης δὲ τῶν κατὰ μέρος οἱ μὲν ἄλλοι σχεδὸν ἀπολείπουσιν, Ἐμπεδοκλῆς δὲ πειρᾶται καὶ ταύτας ἀνάγειν εἰς τὴν ὁμοιότητα. Παρμενίδης μὲν γὰρ ὅλως οὐδὲν ἀφώρικεν ἀλλὰνον ὅτι δυοῖν ὄντοιν στοιχείοιν κατὰ τὸ ὑπερβάλλον ἐστὶν ἡ γνῶσις. ἐὰν γὰρ ὑπεραίρῃ τὸ θερμὸν ἢ τὸ ψυχρὸν ἄλλην γίνεσθαι τὴν διάνοιαν, βελτίω δὲ καὶ καθαρωτέραν τὴν διὰ τὸ θερμόν· οὐ μὴν ἀλλὰ καὶ ταύτην δεῖσθαί τινος συμμετρίας · ,,ὡς γὰρ ἐκάστῳ — φησίν — ἔχει κρᾶσις μελέων πολυπλάγκτων, Τὼς νόος ἀνθρώποισι παρέστηκεν· τὸ γὰρ αὐτὸ Ἐστὶν ὅπερ φρονέει μελέων φύσις ἀνθρώποισι, Καὶ πᾶσιν καὶ παντί· τὸ γὰρ πλέον ἐστὶ νόημα.“ τὸ γὰρ αἰσθάνεσθαι καὶ τὸ φρονεῖν ὡς ταὐτὸ λέγει, διὸ καὶ τὴν μνήμην καὶ τὴν λήθην ἀπὸ τούτων γίνεσθαι διὰ τῆς κράσεως· ἂν δʼ ἰσάζωσι τῇ μίξει πότερον ἔσται φρονεῖν ἢ οὐ καὶ τίς ἡ διάθεσις οὐδὲν ἔτι διώρικεν. ὅτι δὲ καὶ τῷ ἐναντίῳ καθʼ αὐτὸ ποιεῖ τὴν αἴσθησιν φανερὸν ἐν οἷς φησι τὸν νεκρὸν φωτὸς μὲν καὶ θερμοῦ καὶ φωνῆς οὐκ αἰσθάνεσθαι διὰ τὴν ἔκλειψιν τοῦ πυρὸς ψυχροῦ δὲ καὶ σιωπῆς καὶ τῶν ἐναντίων αἰσθάνεσθαι, καὶ ὅλως δὲ πᾶν τὸ ὄν ἔχειν τινὰ γνῶσιν. οὕτω μὲν οὖν αὐτὸς ἔοικεν ἀποτέμνεσθαι τῇ φάσει τὰ συμβαίνοντα δυσχερῆ διὰ τὴν ὑπόληψιν. CAP. II. Πλάτων δʼ ἐπὶ πλέον μὲν ἦπταιτῶν κατὰ μέρος, οὐ μὴν εἴρηκέ γε περὶ ἀπασῶν ἀλλὰ μόνον περὶ ἀκοῆς καὶ ὄψεως. καὶ τὴν μὲν ὄψιν ποιεῖ πυρός· διὸ καὶ τὸ χρῶμα φλόγα τὴν ἀπὸ τῶν σωμάτων σύμμετρα μόρια τῇ ὄψει ἔχουσαν ὡς ἀπορροῆς τε γιγνομένης, καὶ δέον οὖν ἁρμόττειν ἀλλήλοις ἐξιοῦσαν μέχρι τινὸς συμφύεσθαι τῇ ἀπορροῇ καὶ οὕτως ὁρᾶν ἡμὰς. ὥσπερ ἄν εἰς τὸ μέσον τιθεὶς τὴν ἑαυτοῦ δόξαν τῶν τε φασκόντων προσπίπτειν τὴν ὄψιν καὶ τῶν φέρεσθαι πρὸς αὐτὴν ἀπὸ τῶν ὁρατῶν. ἀκοὴν δὲ διὰ τῆς φωνῆς ὁρίζεται. φωνὴν γὰρ εἶναι πληγὴν ὑπʼ ἀέρος ἐγκεφάλου καὶ αἵματος διʼ ὤτων μέχρι ψυχῆς, τὴν δʼ ἀπὸ ταύτης κίνησιν ἀπὸ κεφαλῆς μέχρι ἅπατος ἀκοήν. περὶ δὲ ὀσφρήσεως καὶ γεύσεως καὶ ἀφῆς ὅλως οὐδὲν εἴρηκεν, οὐδὲ εἰ παρὰ ταύτας ἂλλαι τινές εἰσιν, ἀλλὰ μᾶλλον ἀκριβολογεῖται περὶ τῶν αἰσθητῶν. Ἐμπεδοκλῆς δὲ περὶ ἁπασῶν ὁμοίως λέγει καί φησι τῷ ἐναρμόττειν εἰς τούς πόρους τούς ἑκάστης αἰσθάνεσθαι· διὸ καὶ οὐ δύνασθαι τὰ ἀλλήλων κρίνειν ὅτι τῶν μὲν εὐρύτεροι· ὄντες τῶν δὲ στενότεροι τυγχάνουσιν οἱ πόροι πρὸς τὸ σἰσθητὸν ὡς τὰ μὲν οὐχ ἁπτόμενα διευτονεῖν τὰ δʼ ὅλως εἰσελθεῖν οὐ δύνασθαι. πειρᾶται δὲ καὶ τὴν ὄψιν λέγειν ποία τις ἐστί· φησὶ γὰρ τὸ μὲν ἐντὸς αὐτῆς εἶναι πῦρ τὸ δὲ περὶ αὐτὸ γῆν καὶ ἀέρα, διʼ ὧν διιέναι λεκτὸν ὂν καθάπερ τὸ ἐν τοῖς λαμπτῆρσι φῶς. τοὺς δὲ πόρους ἐναλλὰξ κεῖσθαι τοῦ τε πυρὸς καὶ τοῦ ὕδατος, ὧν τοῖς μὲν τοῦ πυρὸς τὰ λευκὰ τοῖς δὲ τοῦ ὕδατος τὰ μιίανα γνωρίζειν· ἐναρμόττειν γὰρ ἑκατέροις ἑκάτερα. φέρεσθαι δὲ τὰ χρώματα πρὸς τὴν ὄψιν διὰ τὴν ἀπορροήν. συγκεῖσθαι δʼ οὐχ ὁμοίως, τὰς δʼ ἐκ τῶν ἀντικειμένων, καὶ ταῖς μὲν ἐν μέσῳ ταῖς δʼ ἐκτὸς εἶναι τὸ πῦρ, διὸ καὶ τῶν ζώων τὰ μὲν ἐν ἡμέρᾳ τὰ δὲ νύκτωρ μᾶλλον ὀξυωπεῖν· ὅσα μὲν πυρὸς ἔλαττον ἔχει μεθʼ ἡμέραν· ἐπανισοῦσθαι γὰρ αὐτοῖς τὸ ἐντὸς φῶς ὑπὸ τοῦ ἐκτός· ὅσα δὲ τοῦ ἐναντίου νύκτωρ· ἐπαναπληροῦσθαι γὰρ καὶ τούτοις τὸ ἐνδεές. ἐν δὲ τοῖς ἐναντίοις ἑκάτερον· ἀμβλυωπεῖν μὲν γὰρ καὶ οἷς ὑπερέχει τὸ πῦρ· ἐπαυξηθὲν (γὰρ) ἔτι μεθʼ ἡμέραν ἐπιπλάττειν καὶ καταδαμβάνειν τοὺς τοῦ ὕδατος πόρους. οἷς δὲ τὸ ὕδωρ ταὐτὸ τοῦτο γίνεσθαι νύκτωρ· καταλαμβάνεσθαι γὰρ τὸ πῦρ ὑπὸ τοῦ ὕδατος ἕως ἂν τοῖς μὲν ὑπὸ τοῦ ἔξωθεν φωτὸς ἀποκριθῇ τὸ ὕδωρ, τοῖς δʼ ὑπὸ τοῦ ἀέρος τὸ πῦρ· ἑκατέρων γὰρ ἴασιν εἶναι τὸ ἐναντίον. ἄριστα δὲ κεκράσθαι καὶ βελτίστην εἶναι τὴν ἐξ ἀμφοῖν ἴσων συγκπτμένην. καὶ περὶ μὲν ὄψεως σχεδὸν ταῦτα λέγει. τὴν δʼ ἀκοὴν ἀπὸ τῶν ἔξωθεν γίνεσθαι ψόφων· ὅταν γὰρ ὑπὸ τῆς φωνῆς κινηθῇ ἠχεῖν ἐντός· ὥσπερ γὰρ εἶναι κώδωνα τῶν ἔσω ἤχων τὴν ἀκοὴν ἣν προσαγορεύει σάρκινον ὄζον· κινουμένην δὲ παίειν τὸν ἀέρα πρὸς τὰ στερεὰ καὶ ποιεῖν ἦχον. ὄσφρησιν δὲ γίνεσθαι τῇ ἀναπνοῇ, διὸ καὶ μάλιστα ὀσφραίνεσθαι τούτους οἷς σφοδροτάτη τοῦ ἄσθματος ἡ κίνησις· ὀσμὴν δὲ πλείστην ἀπὸ τῶν λεπτῶν καὶ τῶν κούφων ἀπορρεῖν. περὶ δὲ γεύσεως καὶ ἁφῆς οὐ διορίζεται καθʼ ἑτέραν οὔτε πῶς οὔτε διʼ ἁ γίγνονται, πλὴν τὸ κοινὸν ὅτι τῷ συναρμόττειν τούς πόρους αἴσθησίς ἐστιν· ἥδεσθαι δὲ τοῖς ὁμοίοις κατὰ τά τε μόρια καὶ τὴν κρᾶσιν λυπεῖσθαι δὲ τοῖς ἐναντίοις. ὡσαύτως δὲ λέγει καὶ περὶ φρονήσεως καὶ ἀγνοίας. τὸ μὲν γὰρ φρονεῖν εἶναι τοῖς ὁμοίοις τὸ δʼ ἀγνοεῖν τοῖς ἀνομοίοις ὡς ἢ ταὐτὸν ἢ παραπλήσιον ὄν τῇ αἰσθήσει τὴν φρόνησιν. διαριθμησάμενος γὰρ ὡς ἕκαστον ἑκάστῳ γνωρίζομεν ἐκὶ τέλει προσέθηκεν ὡς ἐκ τούτων ,,πάντα πεπήγασιν ρμοσθέντα, καὶ τούτοις φρονέουσι καὶ ἅδονταί τʼ ἀνιῶνται. “ διὸ καὶ τῷ αἵματι μάλιστα φρονεῖν· ἐν τούτῳ γὰρ μάλιστα κεκράσθαι ἐστι τὰ στοιχεῖα τῶν μερῶν ὅσοις μὲν οὖν ἴσα καὶ παραπλήσια μέμικται καὶ μὴ διό πολλοῦ μηδʼ οὖ μικρὰ μηδʼ ὑπερβάλλοντα τῷ μεγέθει, τούτους φρονιμωτάτους εἶναι καὶ κατὰ τὰς αἰσθήσεις ἀκριβεστάτους, κατὰ λόγον δὲ καὶ τούς ἐγγυτάτω τού τῶν, ὅσοις δʼ ἐναντίως ἀφρονεστάτους. καὶ ὧν μὲν μανὰ καὶ ἀραιὰ κεῖται τὰ στοιχεῖα νωθροὺς καὶ ἐπιπόνους, ὧν δὲ πυκνὰ καὶ κατὰ μικρὰ τεθραυσμένα τούς δὲ τοιούτους ὀξέως φερομένους καὶ πολλοῖς ἐπιβαλλομένους ὀλίγα ἐπιτελεῖν διὰ τὴν ὀξύτητα τῆς τοῦ αἵματος φορᾶς. οἷς δὲ καθʼ ἕν τι μόριον ἡ μέση κρᾶσίε ἐστι ταύτῃ σοφοὺς ἑκάστους εἶναι· διὸ τούς μὲν ῥήτορας ἀγαθοὺς τούς δὲ τεχνίτας, ὡς τοῖς μὲν ἐν τοῖε χερσὶ τοῖς δʼ ἐν τῇ γλώττῃ τὴν κρᾶσιν οὖσαν· ὁμοίως δʼ ἔχειν καὶ κατὰ τὰς ἄλλας δυνάμεις. CAP. III. Ἐμπεδοκλῆς μὲν οὖν οὕτως οἴεται καὶ τὴν αἴσθησιν γίνεσθαι καὶ τὸ φρονεῖν. ἀπορήσειε δʼ ἄν τις ἐξ ὧν λέγει πρῶτον μὲν τί διοίσει τὰ ἔμψυχα αρὸς τὸ αἰσθάνεσθαι τῶν ἄλλων. ἐναρμόττει γὰρ καὶ τοῖς τῶν ἀψύχων πόροις· ὅλως γὰρ ποιεῖ τὴν μίξιν τῇ συμμετρίᾳ τῶν πόρων· διόπερ ἔλαιον μὲν καὶ ὕδωρ οὐ μίγνυσθαι, τὰ δʼ ἄλλα ὑγρὰ καὶ περὶ ὅσων δὴ καταριθμεῖται τὰς ἰδίας κράσεις. ὥστε πάντα τε αἰσθήσιται καὶ ταὐτὸ ἔσται μίξις καὶ αἴσθησις καὶ αὔξησις· πάντα γὰρ ποιεῖ τῇ συμμετρίᾳ τῶν πόρων· ἐὰν μὴ προσθῇ τινα διαφοράν. ἔπειτα ἐν αὐτοῖς τοῖς ἐμψύχοις τί μᾶλλον αἰσθήσεται τὸ ἐν τῷ ζώῳ πῦρ ἢ τὸ ἐκτὸς, εἴπερ ἐναρμόττουσιν ἀλλήλοις· ὑπάρχει γὰρ καὶ ἡ συμμετρία καὶ τὸ ὅμοιον. ἔτι δὲ καὶ ἀνάγκη διαφοράν τινα ἔχειν εἴπερ αὐτὸ μὲν μὴ δύναται συμπληροῦν τοὺς πόρους τὸ δʼ ἔξωθεν ἐπεισιόν· ὥστʼ εἰ ὅμοιον ἦν πάντη καὶ πάντως οὐκ ἂν ἦν αἴσθησις. ἔτι δὲ πότερον οἱ πόροι κενοὶ ἢ πλήρεις; εἰ μὲν γὰρ κενοὶ συμβαίνει διαφωνεῖν ἑαυτῷ, φησὶ γὰρ ὅλως οὐκ εἶναι κενὸν· εἰ δὲ πλήρεις ἀεὶ ἂν αἰσθάνοιτο τὰ ζῶα· δῆλον γὰρ ὡς ἐναρμόττει, καθάπερ φησὶ, τὸ ὅμοιον. καίτοι κἂν αὐτὸ τοῦτό τις διαπορήσειεν εἰ δυνατόν ἐστι τηλικαῦτα μεγέθη γίνεσθαι τῶν ἑτερογενῶν ὥστʼ ἐναρμόττεεν, ἄλλως τε κεἰ συμβαίνει καθάπερ φησὶ τὰς ὄψεις ὧν ἀσύμμετρος ἡ κρᾶσις ὁτὲ μὲν ὑπὸ τοῦ πυρὸς ὁτὲ δὲ ὑπὸ τοῦ ἀέρος ἐμπλαττομένων τῶν πόρων ἀμαυροῦσθαι. εἰ δʼ οὖν ἐστι καὶ τούτων συμμετρία καὶ πλήρεις οἱ πόροι τῶν μὴ συγγενῶν, πῶς ὅταν αἰσθάνηται καὶ ποῦ ταῦτα ὑπεξέρχεται; δεῖ γάρ τινα ἀποδοῦναι μεταβολήν. ὥστε πάντως ἔχει δυσκολίαν· ἢ γὰρ κενὸν ἀνάγκη ποιεῖν, ἢ ἀεὶ τὰ ζῶα αἰσθάνεσθαι πάντων, ἢ τὸ μὴ συγγενὲς ἁρμόττειν οὐ ποιοῦν αἴσθησιν οὐδʼ ἔχον μεταβολὴν οἰκείαν τοῖς ἐμποιοῦσιν ἔτι δὲ εἰ καὶ μὴ ἐναρμόττοι τὸ ὅμοιον ἀλλὰ μόνον ἅπτοιτο καθʼ ὁτιοῦν εὔλογον αἴσθησιν γίνεσθαι· δυοῖν γὰρ τούτοιν ἀποδίδωσι τὴν γνῶσιν τῷ τε ὁμοίῳ κοὶ τῇ ἀφῇ, διὸ καὶ τὸ ἁρμόττειν εἴρηκεν· ὥστʼεἰ τὸ ἔλαττον ἅψαιτο τῶν μειζόνων εἴη ἄν αἴσθησις. ὅλως δὲ κατά γε ἐκεῖνον ἀφαιρεῖται καὶ τὸ ὅμοιον ἀλλὰ ἡ συμμετρία μόνη ἱκανή. διὰ τοῦτο γὰρ οὐκ αἰσθάνονται, φησὶν, ἀλλήλων, ὅτι τοὺς πόρους ἀσυμμέτρους ἔχον σιν· εἰ δʼ ὅμοιον ἢ ἀνόμοιον τὸ ἀπορρέον οὐδὲν ἔτι προσαφώρισεν. ὥστε ἢ οὐ τῷ ὁμοίῳ ἡ αἴσθησις ἢ οὐ διά τινα ἀσυμμετρίαν οὐ κρίνουσι ... ἁπάσας ἀνάγκῆ τὰς αἰσθήσεις καὶ πάντα τὰ αἰσθητὰ τὴν αὐτὴν ἔχειν φύ σιν. ἀλλὰ μὴν οὐδὲ τὴν ἡδονὴν καὶ λύπην ὁμολογον μένως ἀποδίδωσιν ἥδεσθαι μὲν ποιῶν τοῖς ὁμοίοις λυπεῖσθαι δὲ τοῖς ἐναντίοις· ἐχθρὰ γὰρ εἶναι· διὸ ,,πλεῖστον ἀπʼ ἀλλήλων διέχουσι Γέννῃ τε κράσει τε κοὶ εἴδεσιν ἐκμακτοῖσι.“ αἰσθήσει γάρ τινι ἢ μετʼ αἰσθήσεως ποιοῦσι τὴν ἡδονὴν καὶ τὴν λύπην, ὥστε οὐχ ἅποσα γίνεται τοῖς ὁμοίοις. ἔτι εἰ τὰ συγγενῆ μάλιστα ποιεῖ τὴν ἡδονὴν ἐν τῇ ἁφῇ, καθάπερ φησὶ, τὰ σύμ φυτα μάλιστʼ ἂν ἥδοιτο καὶ αἰσθάνοιτο· διὰ τῶν οὐ τῶν γὰρ ποιεῖ τὴν αἴσθησιν καὶ τὴν ἡδονήν. καίτοι πολλάκις αἰσθανόμενοι λυπούμεθα κατʼ αὐτὴν ὴν αἴσθησιν, ὡς δʼ Ἀναξαγόρας φησὶν ἀεί· πᾶσαν γὰρ αἴ σθησιν εἶναι μετὰ λύπης. ἔτι δʼ ἐν ταῖς κατὰ μίγεθος· συμβαίνει γὰρ τῷ ὁμοίῳ γίνεσθαι τὴν γνῶσιν τὴν γὰρ ὄψιν ὅταν ἐκ πυρὸς καὶ τοῦ ἐναντίου συστήσῃ τὸ μὲν λευκὸν καὶ τὸ μέλαν δύναιτʼ ἂν τοῖς ὁμοίοις γνωρίζειν, τὸ δὲ φαιὸν καὶ τἆλλα χρώματα τὰ μικτὰ πῶς; οὔτε γὰρ τοῖς τοῦ πυρὸς οὔτε τοῖς τοῦ ὕδατος κόροις, οὔτʼ ἄλλους ποιεῖ κοινοὺς ἐξ ἀμφοῖν· ὁρῶμεν δʼ οὐδὲν ἧττον ταῦτα τῶν ἁπλῶν. ἀτόπως δὲ καὶ ὅτι τὰ μὲν ἡμέρας τὰ δὲ νύκτωρ μᾶλλον ὁρῶμεν· τὸ γὰρ ἔλαττον πῦρ ὑπὸ τοὐ πλείονος φθείρεται, διὸ καὶ πρὸς τὸν ἥλιον καὶ ὅλως τὸ καθαρὸν οὐ δυνάμεθα ἀντιβλέκειν. ὥστε ὅσοις ἐνδεέστερον το φῶς ἧττον ἐχρῆν ὁρᾷν μεθʼ ἡμέραν, ἢ εἴπερ τὸ ὅμοιον συναύξει, καθάπερ φησὶ, τὸ δʼ ἐναντίον φθείρει καὶ κωλύει τὰ μὲν λευκὰ μᾶλλον ἐχρῆν ὁρᾷν ἅπαντας μεθʼ ἡμέραν, καὶ ὅσοις ἔλαττον καὶ ὅσοις πλέον τὸ φῶς, καὶ τὰ μέλανα νύκτωρ. νῦν δὲ πάντες ἅπαντα μεθʼ ἡμέραν μᾶλλον ὁρῶσι πλὴν ὀλίγων ζώων· τούτοις δʼ εὔλογον τοῦτʼ ἰσχύειν τὸ οἰκεῖον πῦρ ὥσπερ ἔνια καὶ τῇ χρόᾳ διαλάμπει μᾶλλον τῆς νυκτός. ἔτι δὲ οἷς ἡ κρᾶσις ἐξ ἴσων ἀνάγκη συναύξεσθαι κατὰ μέρος ἑκάτερον· ὥστʼ εἰ πλεονάζον κωλύει θάτερον ὁρᾷν ἀπάντων ἂν εἴη παραπλησία πως ἡ διάθεσις. ἀλλὰ τὰ μὲν τῆς ὄψεως πάθη αλεπώτερον ἔσται διελεῖν. τὰ δὲ περὶ τὰς ἄλλας αἰσθήσεις πῶς κρίνωμεν τῷ ὁμοίῳ; τὸ γὰρ ὅμοιον ἀόριστον. οὔτε γὰρ ψόφῳ τὸν ψόφον οὔτʼ ὀσμῇ τὴν ὀσμὴν οὔτε τοῖς ἄλλοις τοῖς ὁμογενέσιν, ἀλλὰ μᾶλλον ὡς εἰπεῖν τοῖς ἐναντίοις· ἀπαθῆ γὰρ δεῖ τὴν αἴσθησιν προσάγειν. ἤχου δʼ ἐνόντυς ἐν ὠσὶν ἢ χυλῶν ἐν γεύσει καὶ ὀσμῆς ἐν ὀσφρήσει κωφότεραι πᾶσαι γίνονται μᾶλλον ὅσῳ ἄν πλήρεις ὦσι τῶν ὁμοίων· εἰ μή τις λεχθείη περὶ τούτων διορισμός. ἔτι δὲ τὸ περὶ τὴν ἀπορροὴν, καίπερ οὐχ ἱκανῶς λεγόμενον, περὶ μὲν τὰς ἄλλας ὅμως ἐστί πως ὑπολαβεῖν, περὶ δὲ τὴν ἁφὴν καὶ γεῦσιν οὐ ῥᾴδιον. πῶς γὰρ τῇ ἀπορροῇ κρίνομεν ἢ πῶς ἐναρμόττει τοῖς πόροις τὸ τραχύ καὶ τὸ λεῖον; μόνου γὰρ δοκεῖ τῶν στοιχείων τού πυρὸς ἀπορρεῖν ἀπὸ δὲ τῶν ἄλλων οὐδενός. ἔτι δὲ εἰ ἡ φθίσις διὰ τὴν ἀπορροὴν, ᾧπερ χρῆται κοινοτάτῳ σημείῳ καὶ τὰς ὀσμὰς ἀπορροῇ γίνεσθαι, τὰ πλείστην ἔχοντα ὀσμὴν τάχιστʼ ἐχρῆν φθείρεσθαι. νῦν δὲ σχεδὸν ἐναντίως ἔχει· τὰ γὰρ ὀσμωδέστατα τῶν φυτῶν καὶ τῶν ἄλλων ἐστὶ χρονιώτατα. συμβαίνει δὲ καὶ ἐπὶ τῆς φιλίας (γεύσεως?) ὅλως μὴ εἶναι αἴσθησιν ἢ ἧττον διὰ τὸ συγκρίνεσθαι τότε καὶ μὴ ἀπορρεῖν. ἀλλὰ περὶ μὲν τὴν ἀκοὴν ὅταν ἀποδῷ τοῖς ἔσωθεν γίνεσθαι ψόφοις ἄτοπον τὸ οἴεσθαι δῆλον εἶναι πῶς ἀκούουσιν ἔνδον ποιήσαντος ψόφον ὥσπερ κώδωνος. τῶν μὲν γὰρ ἔξω διʼ ἐκεῖνον ἀκούομεν, ἐκείνου δὲ ψοφοῦντος διὰ τί; τοῦτο γὰρ αὐτὸ λείπεται ζητεῖν. ἀτόπως δὲ καὶ τὸ περὶ τὴν ὄσφρησιν εἴρηκε. πρῶτον μὲν γὰρ οὐ κοινὴν αἰτίαν ἀπέδωκεν· ἔνια μὲν γὰρ ὅλως οὐδʼ ἀναπνέει τῶν σφραινομένων. ἔπειτα τὸ μάλιστα ὀσφραίνεσθαι τοὺς πλεῖστον ἐπισπωμένους εὔηθες· οὐδὲν γὰρ ὄφελος μὴ ὑγιαινούσης ἢ μὴ ἀνεῳγμένης πως τῆς αἰσθήσεως. πολλοῖς δὲ συμβαίνει πεπηρῶσθαι καὶ ὅλως μηδὲν αἰσθάνεσθαι. πρὸς δὲ τούτοις οἱ δύσπνοοι καὶ οἱ πονοῦντες καὶ οἱ καθεύδοντες μᾶλλον ἂν αἰσθάνοιντο τῶν ὀσμῶν· τὸν πλεῖστον γὰρ ἕλκουσιν ἀέρα. νῦν δὲ συμβαίνει τοὐνανὀσφρήσεως τίον. οὐ γὰρ ἴσως καθʼ αὑτὸ τὸ ἀναπνεῖν αἴτιον τῆς ἀλλὰ κατὰ συμβεβηκὸς ὡς ἔκ τε τῶν ἄλλων ζώων μαρτυρεῖται καὶ διὰ τῶν εἰρημένων παθῶν· ὁ δʼ ὡς ταύτης οὔσης τῆς αἰτίας καὶ ἐπὶ τέλει πάλιν εἴρηκεν ὥσπερ ἐπισημαινόμενος ,,Ὧδε μὲν οὖν πνοιῆς τε λελόγχασι πάντα καὶ ὀσμῶν·“ οὐκ ἀληθὲς δὲ οὐδὲ τὸ μάλιστα ὀσφραίνεσθαι τῶν κουφῶν, ἀλλὰ δεῖ καὶ ὀσμὴν ἐνυπάρχειν. ὁ γὰρ ἀὴρ καὶ τὸ πῦρ κουφότατα μὲν, οὐ ποιοῦσι δὲ αἴσθησιν ὀσμῆς. ὡσαύτως δʼ ἄν τις καὶ περὶ τὴν φρόνησιν ἀπορήσειεν εἰ διὰ τῶν αὐτῶν ποιεῖ καὶ τὴν αἴσθησιν. καὶ γὰρ ἅπαντα μεθέξει τοῦ φρονεῖν. καὶ ἅμα πῶς ἐνδέχεται καὶ ἐν ἀλλοιώσει καὶ ὑπὸ τοῦ ὁμοίου γίνεσθαι τὸ φρονεῖν; τὸ γὰρ ὅμοιον οὐκ ἀλλοιοῦται τῷ ὁμοίῳ. τὸ δὲ δὴ τῷ αἵματι φρονεῖν καὶ παντελῶς ἄτοπον· πολλὰ γὰρ τῶν ζώων ἄναιμα, τῶν δʼ ἐναίμων τὰ περὶ τὰς αἰσθήσεις ἀναιμότατα τῶν μερῶν. ἔτι καὶ ὀστοῦν καὶ θρὶξ αἰσθάνοιτʼ ἄν, ἐπεὶ γοῦν ἐξ ἀπάντων ἐστὶ τῶν στοιχείων. καὶ συμβαίνει ταὐτὸν εἶναι τὸ φρονεῖν καὶ αἰσθάνεσθαι καὶ ἥδεσθαι καὶ (τὸ) λυπεῖσθαι καὶ τὸ ἀγνοεῖν· ἄμφω γὰρ ποιεῖ τοῖς ἀνομοίοις. ὥσθʼ ἅμα τῷ μὲν ἀγνοεῖν ἔδει γίνεσθαι λύπην τῷ δὲ φρονεῖν ἡδονήν. ἄτοπον δὲ καὶ τὸ τὰς δυνάμεις ἑκάστοις ἐγγίνεσθαι διὰ τὴν ἐν τοῖς μορίοις τοῦ αἵματος σύγκρασιν, ὡσεὶ τὴν γλῶτταν αἰτίαν τυῦ εὖ λέγειν, τὰς χεῖρας τοῦ δημιουργεῖν, ἀλλʼ οὐκ ὀργάνου τάξιν ἔχυντο. διὸ καὶ μᾶλλον ἄν τις ἀποδοίη τῇ μορφῇ τὴν αἰτίαν ἢ τῇ κράσει τοῦ αἵματος, χωρὶς διανοίας ἐστίν· οὕτως γὰρ ἔχει καὶ ἐπὶ τῶν ἄλλων ζώων. Ἐμπεδοκλῆς μὲν οὖν ἔοικεν ἐν πολλοῖς διαμαρτάνειν. CAP. IV. Τῶν δὲ μὴ τῷ ὁμοίῳ ποιούντων τὴν αἴσθησιν Ἀλκμαίων μὲν πρῶτον ἀφορίζει τὴν πρὸς τὰ ζῶα διαφοράν. ἄνθρωπον γάρ φησι τῶν ἄλλων διαφέρειν ὅτι μόνον ξυνίησι· τὰ δʼ ἄλλα αἰσθάνεται μὲν οὐ ξυνίησι δὲ, ὡς ἕτερον ἂν τὸ φρονεῖν καὶ αἰσθάνεσθαι, καὶ οὐ καθάπερ Ἐμπεδοκλῆς ταὐτόν. ἔπειτα περὶ ἑκάστης λέγει. ἀκούειν μὲν οὖν φησι τοῖς ὠσὶν διότι κενὸν ἐν αὐτοῖς ἐνυπάρχει· τοῦτο γὰρ ἠχεῖν φθέγγεσθαι δὲ τῷ κοίλῳ τὸν ἀέρα δʼ ἀντηχεῖν. ὀσφραίνεσθαι δὲ ῥισὶν ἅμα τῷ ἀναπνεῖν ἀνάγοντα τὸ πνεῦμα πρὸς τὸν ἐγκέφαλον. γλώττῃ δὲ τοὺς χυμοὺς κρίνειν· χλιαρὰν γὰρ οὖσαν καὶ μαλακὴν τήκειν τῇ θερμότητι· δέχεσθαι δὲ καὶ διαδιδόναι διὰ τὴν μανότητα τῆς ἁπαλότητος. ὀφθαλμούς δὲ ὁρᾷν διὰ τοῦ πέριξ ὕδατος· ὅτι δʼ ἔχει πῦρ δῆλον εἶναι, πληγέντος γὰρ ἐκλάμπειν. ὁρᾷν τῷ στίλβοντι καὶ τῷ διαφανεῖ ὅταν ἀντιφαίνῃ καὶ, ὅσῳ ἂν καθαρώτερον ᾖ, μᾶλλον. ἁπάσας δὲ τὰς αἰσθήσεις συνηρτῆσθαί πως πρὸς τὸν ἐγκέφαλον, διὸ καὶ πηροῦσθαι κινουμένου καὶ μεταλλάττοντος τὴν χώραν· ἐπιλαμβάνεσθαι γὰρ τοὺς πόρους διʼ ὧν αἱ αἰσθήσεις. περὶ δὲ ἀρῆς οὐκ εἴρηκε οὔτε πῶς οὔτε τίνι γίνεται. Ἀλκμαίων μὲν οὖν ἐπὶ τοσοῦτον ἀφώρικεν. CAP. V. Ἀναξαγόρας δὲ γίνεσθαι τοῖς ἐναντίοις· τὸ γὰρ ὅμοιον ἀπαθὲς ὑπὸ τοῦ ὁμοίου. καθʼ ἑκάστην δʼ ἰδία πειρᾶται διαριθμεῖν. ὁρᾷν μὲν γὰρ τῇ ἐμφάσει τῆς κόρης, οὐκ ἐμφαίνεσθαι δὲ εἰς τὸ ὁμόχρων ἀλλʼ εἰς τὸ διάφορον. καὶ τοῖς μὲν πολλοῖς μεθʼ ἡμέραν ἐνίοις δὲ νύκτωρ εἶναι τὸ ἀλλόχρουν, διὸ ὀξυωπεῖν τότε. ἀπλῶς δὲ τὴν νύκτα μᾶλλον ὁμόχρων εἶναι τοῖς ὀφθαλμοῖς. ἐμφαίνεσθαι δὲ μεθʼ ἡμέραν ὅτι τὸ φῶς συναίτιον τῆς ἐμφάσεως· τὴν δὲ χρόαν τὴν κρατοῦσαν μᾶλλον εἰς τὴν ἑτέραν ἐμφαίνεσθαι εἰς . τὸν αὐτὸν δὲ τρόπον καὶ τὴν ἀρὴν κοί τὴν γεῦσιν κρίνειν· τὸ γὰρ ὁμοίως θερμὸν καὶ ψυχρὸν οὔτε θερμαίνειν οὔτε ψύχειν πλησιάζον. οὐδὲ δὴ τὸ γλυκὺ καὶ τὸ ὀξύ διʼ αὐτῶν γνωρίζειν ἀλλὰ τῷ μὲν θερμῷ τὸ ψυχρὸν, τῷ δʼ ἁλμυρῷ τὸ πότιμον, τῷ δʼ ὀξεῖ τὸ γλυκύ κατὰ τὴν ἔλλειψιν τὴν ἑκάστου· πάντα γὰρ ἐνυπάρχειν ἐστὶν ἐν ἡμῖν. ὡσαύτως δὲ καὶ ὀσφραίνεσθαι καὶ ἀκούειν τὸ μὲν ἅμα τῇ ἀναπνοῇ τὸ δὲ τῷ διικνεῖσθαι τὸν ψόφον ἄχρι τοῦ ἐγκεφάλου· τὸ γὰρ περιέχον ὀστοῦν εἶναι κοῖλον εἰς ὃ ἐμπίπτειν τὸν ψόφον. ἅπασαν δʼ αἴσθησιν μετὰ λύπης, ὅπερ ἂν δόξειεν ἀκόλουθον εἶναι τῇ ὑποθέσει· πᾶν γὰρ τὸ ἀνόμοιον ἁπτόμενον πόνον παρέχει. φανερὸν δὲ τοῦτο τῷ τε τοῦ ὕπνου (χρόνου Sch.) πλήθει καὶ τῇ τῶν αἰσθητῶν ὑπερβολῇ. τὰ τε γὰρ λαμπρὰ χρώματα καὶ τοὺς ὑπερβάλλοντας ψόφους λύπην ἐμποιεῖν καὶ οὐ πολύν χρόνον δύνασθαι τοῖς αὐτοῖς ἐπιμένειν. αἰσθητικώτερα δὲ τὰ μείζω ζῶα καὶ ἁκλῶς εἶναι κατὰ τὸ μέγεθος τὴν αἴσθησιν (τῶν αἰσθητηρίων). ὅσα μὲν γὰρ μεγάλους καὶ καθαρούς καὶ λσμπροὺς ὀφθαλμούς ἔχει μεγάλα τε καὶ πόρρωθεν ὁρᾷν, ὅσα δὲ μικροὺς ἐναντίως. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀκοῆς. τὰ μὲν γὰρ μεγάλα τῶν μεγάλων καὶ τῶν πόρρωθεν ἀκούειν τὰ δʼ ἐλάττω λανθάνειν, τὰ δὲ μικρὰ τῶν μικρῶν καὶ τῶν ἐγγύς. καὶ ἐπὶ τῆς ὀσφρήσεως ὁμοίως· ὄζειν μὲν γὰρ μᾶλλον τὸν λεπτὸν ἀέρα, θερμαινόμενον μὲν γὰρ καὶ μανούμενον ὄζειν. ἀνακνέον δὲ τὸ μὲν μέγα ζῶον ἅμα τῷ μανῷ καὶ τὸ πυκνὸν ἕλκειν, τὸ δὲ μικρὸν αὐτὸ τὸ μανὸν, διὸ καὶ τὰ μεγάλα μᾶλλον αἰσθάνεσθαι. καὶ γὰρ τὴν ὀσμήν ἐγγύς εἶναι μᾶλλον ἢ πόρρω διὰ τὸ πυκνοτέραν εἶναι, σκεδαννυμένην δὲ ἀσθενῆ. σχεδὸν δὲ ὡς εἰπεῖν οὐκ αἰσθάνεσθαι τὰ μὲν μεγάλα τῆς λεπτῆς ἀέρος τὰ δὲ μικρὰ τῆς πυκνῆς.