<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0093.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="4"><div type="textpart" subtype="section" n="2"><p>Αὐτῶν δὲ τῶν καθ᾿ ἕκαστα δένδρων τὰ μὲν
<note type="footnote">¹ i.e the male flower, cf. Schol. on Ar. Vesp. 1111.
Θεόφραστος κυρίως λέγει κύτταρον τὴν προάνθησιν τῆς πίτυος:
but no explanation of such a use of the word suggests itself.
cf. 3 3. 8: 4 8. 7.</note>
<note type="footnote">2 ἀρίαν conj. Seh., cf. 3. 4. 2; 3. 16. 3; 3. 17. 1; ὀξύνην ἀγρίαν
Ald.</note>

<pb n="180"/>
συναναβλαστάνει τοῖς ἡμέροις, οἷον ἀνδράχλη
ἀφάρκη· ἀχρὰς δὲ μικρῷ ὕστερον τῆς ἀπίου. τὰ
δὲ καὶ πρὸ ζεφύρου καὶ μετὰ πνοὰς εὐθὺ ζεφύρου.
καὶ πρὸ ζεφύρου μὲν κρανεία καὶ θηλυκρανεία,
μετὰ ζέφυρον δὲ δάφνη κλήθρα, πρὸ ἰσημερίας δὲ
μικρὸν φίλυρα ζυγία φηγὸς συκῆ· πρωΐβλαστα
δὲ καὶ καρύα καὶ δρῦς καὶ ἀκτέος· ἔτι δὲ μᾶλλον
τὰ ἄκαρπα δοκοῦντα καὶ ἀλσώδη, λεύκη πτελέα
ἰτέα αἴγειρος· πλάτανος δὲ μικρῷ ὀ ψιαίτερον
τούτων. τὰ δὲ ἄλλα ὥσπερ ἐνισταμένου τοῦ
ἦρος, οἷον ἐρινεὸς φιλύκη ὀξυάκανθος παλίουρος
τέρμινθος καρύα διοσβάλανος· μηλέα δ᾿ ὀψίβλαστος·
ὀψιβλαστότατον δὲ σχεδὸν ἴψος ἀρία
τετραγωνία θύεια μίλος. αἱ μὲν οὖν βλαστήσεις
οὕτως ἔχουσιν.</p></div><div type="textpart" subtype="section" n="3"><p>Αἱ δὲ ἀνθήσεις ἀκολουθοῦσι μὲν ὡς εἰπεῖν κατὰ
λόγον, οὐ μὴν ἀλλὰ παραλλάττουσι, μᾶλλον δὲ
καὶ ἐπὶ πλέον ἡ τῶν καρπῶν τελείωσις. κρανεία
μὲν γὰρ ἀποδίδωσι περὶ τροπὰς θερινὰς ἡ πρώιος
σχεδὸν ὥσπερ πρῶτον· ἡ δ᾿ ὄψιος, ἣν δή τινες
καλοῦσι θηλυκρανείαν, μετ᾿ αὐτὸ τὸ μετόπωρον·
ἔστι δὲ ὁ ταύτης καρπὸς ἄβρωτος καὶ τὸ ξύλον
ἀσθενὲς καὶ χαῦνον· τοσαυτη δὴ διαφορὰ περὶ
ἄμφω.</p></div><div type="textpart" subtype="section" n="4"><p>4 τέρμινθος δὲ περὶ πυροῦ ἀμητὸν ἢ μικρῷ
<note type="footnote">¹ See below, n. 4.</note>
<note type="footnote">² τὰ ἀκ. δοκ. καὶ ἀλσ. conj. W.; τὰ ἀκ. καὶ δοκ. καὶ ἀλσ. U
MP; τὰ ἀκ. τὰ δοκ. ἀλσ. Ald.</note>
<note type="footnote">3 ὥσπερ apologises for the unusual sense given to ἐνιστ.</note>

<pb n="182"/>
ὀψιαίτερον ἀποδίδωσι καὶ μελία καὶ σφένδαμνος
τοῦ θέρους τὸν καρπόν· κλήθρα δὲ καὶ καρύα καὶ
ἀχράδων τι γένος μετοπώρου· δρῦς δὲ καὶ διοσβάλανος
ὀψιαίτερον ἔτι περὶ Πλειάδος δύσιν,
ὡσαύτως δὲ καὶ φιλύκη καὶ πρῖνος καὶ παλίουρος
καὶ ὀξυάκανθος μετὰ Πλειάδος δύσιν· ἡ δ᾿ ἀρία
χειμῶνος ἀρχομένου· καὶ ἡ μηλέα μὲν τοῖς πρώτοις
ψύχεσιν, ἀχρὰς δὲ ὀψία χειμῶνος· ἀνδράχλη δὲ
καὶ ἀφάρκη τὸ μὲν πρῶτον πεπαίνουσιν ἅμα τῷ
βότρυϊ περκάζοντι, τὸ δὲ ὕστερον, δοκεῖ γὰρ ταῦτα
δίκαρπα, ἀρχομένου τοῦ χειμῶνος, ἐλάτη δὲ καὶ
μίλος ἀνθοῦσι μικρὸν πρὸ ἡλίου τροπῶν· <del>καὶ τῆς
γε ἐλάτης τὸ ἄνθος κρόκινον καὶ ἄλλως καλόν·</del>
τὸν δὲ καρπὸν ἀφιᾶσι μετὰ δύσιν Πλειάδος.</p></div><div type="textpart" subtype="section" n="5"><p>πεύκη δὲ καὶ πίτυς προτεροῦσι τῇ βλαστήσει
μικρόν, ὅσον πεντεκαίδεκα ἡμέραις, τοὺς δὲ καρποὺς
ἀποδιδόασι μετὰ Πλειάδα κατὰ λόγον.</p><p>Ταῦτα μὲν οὖν μετριωτέραν μὲν ἔχει παραλλαγήν·
πάντων δὲ πλείστην ἡ ἄρκευθος καὶ ἡ κήλαστρος
καὶ ἡ πρῖνος· ἡ μὲν γὰρ ἄρκευθος ἐνιαύσιον
ἔχειν δοκεῖ· περικαταλαμβάνει γὰρ ὁ νέος τὸν περυσινόν.
ὡς δέ τινές φασιν, οὐδὲ πεπαίνει, δι᾿ ὃ καὶ
προαφαιροῦσι καὶ χρόνον τινὰ τηροῦσιν· ἐὰν δὲ ἐᾷ
ἐπὶ τοῦ δένδρου τις, ἀποξηραίνεται.</p></div><div type="textpart" subtype="section" n="6"><p>φασὶ δὲ καὶ τὴν
πρῖνον οἱ περὶ Ἀρκαδίαν ἐνιαυτῷ τελειοῦν· ἅμα
γὰρ τὸν ἔνον πεπαίνει καὶ τὸν νέον ὑποφαίνει·
ὥστε τοῖς τοιούτοις συμβαίνει συνεχῶς τὸν καρπὸν
ἔχειν. φασὶ δέ γε καὶ τὴν κήλαστρον ὑπὸ τοῦ
<note type="footnote">¹ ἀποδ. καὶ μελία U; ἀποδίδωσι· μελία Ald. Some confusion
in text, but sense clear.</note>
<note type="footnote">2 ὀψία: ? ἡ ὀψία W.</note>

<pb n="184"/>
χειμῶνος ἀποβάλλειν. ὀψίκαρπα δὲ σφόδρα καὶ
φίλυρα καὶ πύξος. <del>τὸν δὲ καρπὸν ἄβρωτον
ἔχει παντὶ ζώῳ φίλυρα θηλυκρανεία πύξος.
ὀψίκαρπα δὲ καὶ κιττὸς καὶ ἄρκευθος καὶ
πεύκη καὶ ἀνδράχλη.</del> ὡς δὲ οἱ περὶ Ἀρκαδίαν
φασίν, ἔτι τούτων ὀψικαρπότερα σχεδὸν
δὲ πάντων ὀψιαίτερα τετραγωνία θύεια μίλος.
αἱ μὲν οὖν τῶν καρπῶν ἀποβολαὶ καὶ
πεπάνσεις τῶν ἀγρίων τοιαύτας ἔχουσι διαφορὰς
οὐ μόνον πρὸς τὰ ἥμερα ἀλλὰ καὶ πρὸς ἑαυτά.</p></div></div></div></div></body></text></TEI>