<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0093.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="3"><div type="textpart" subtype="section" n="5"><p>Μεγάλη δὲ διαφορὰ πρὸς καρπὸν καὶ ἀκαρπίαν
καὶ ἡ τῶν τόπων φύσις, ὥσπερ ἐπί τε τῆς περσέας
ἔχει καὶ τῶν φοινίκων· ἡ μὲν ἐν Αἰγύπτῳ καρποφορεῖ
καὶ εἴ που τῶν πλησίον τόπων, ἐν Ῥόδῳ δὲ
μέχρι τοῦ ἀνθεῖν μόνον ἀφικνεῖται. ὁ δὲ φοῖνιξ
περὶ μὲν Βαβυλῶνα θαυμαστός, ἐν τῇ Ἑλλάδι δὲ
οὐδὲ πεπαίνει, παρ᾿ ἐνίοις δὲ ὅλως οὐδὲ προφαίνει
καρπόν.</p></div><div type="textpart" subtype="section" n="6"><p>Ὁμοίως δὲ καὶ ἕτερα πλείω τοιαῦτ᾿ ἐστίν· ἐπεὶ
καὶ τῶν ἐλαττόνων ποαρίων καὶ ὑλημάτων ἐν τῇ
<note type="footnote">1 2. 2. 10.</note>
<note type="footnote">2 cf. 2. It appears that the buds of the poplar were
mistaken for fruit (Sch.); cf. Diosc. 1. 81. Later writers
perpetuated the error by calling them κόκκοι.</note>
<note type="footnote">3 τοῦ ἐν τῇ Ἴδῃ conj. Sch.; τοῦ ἐν τῷ Ἴδῃ U; τοῦ ἐν τῇ Ἴδης
MV; ἐν τῇ Ἴδῃ Ald.H.</note>

<pb n="176"/>
αὐτῇ χώρᾳ καὶ συνόρῳ χώρᾳ τὰ μὲν κάρπιμα τὰ
δ᾿ ἄκαρπα γίνεται· καθάπερ καὶ τὸ κενταύριον ἐν
τῇ Ἠλείᾳ, τὸ μὲν ἐν τῇ ὀρεινῇ κάρπιμον, τὸ δ᾿ ἐν
τῷ πεδίῳ ἄκαρπον ἀλλὰ μόνον ἀνθεῖ, τὸ δ᾿ ἐν τοῖς
κοίλοις τόποις οὐδ᾿ ἀνθεῖ πλὴν κακῶς. δοκεῖ δ᾿
οὖν καὶ τῶν ἄλλων τῶν ὁμογενῶν καὶ ἐν μιᾷ
προσηγορίᾳ τὸ μὲν ἄκαρπον εἶναι τὸ δὲ κάρπιμον,
οἷον πρῖνος ὁ μὲν κάρπιμος ὁ δ᾿ ἄκαρπος· καὶ
κλήθρα δὲ ὡσαύτως· ἀνθεῖ δ᾿ ἄμφω.</p></div><div type="textpart" subtype="section" n="7"><p>σχεδὸν δὲ
ὅσα καλοῦσιν ἄρρενα τῶν ὁμογενῶν ἄκαρπα· καὶ
τούτων τὰ μὲν πολλὰ ἀνθεῖν φασι τὰ δ᾿ ὀλίγον
τὰ δ᾿ ὅλως οὐδ᾿ ἀνθεῖν· τὰ δὲ ἀνάπαλιν, τὰ μὲ
ἄρρενα μόνα καρποφορεῖν, οὐ μὴν ἀλλ᾿ ἀπό γε
τῶν ἀνθῶν φύεσθαι τὰ δένδρα, καθάπερ καὶ ἀπὸ
τῶν καρπῶν ὅσα κάρπιμα· καὶ ἐν ἀμφοῖν οὕτως
ἐνίοτε πυκνὴν εἶναι τὴν ἔκφυσιν ὥστε τοὺς
ὀρεοτύπους οὐ δύνασθαι διῖέναι μὴ
ὁδοποιησαμένους.</p></div><div type="textpart" subtype="section" n="8"><p>Ἀμφισβητεῖται δὲ καὶ περὶ τῶν ἀνθῶν ἐνίων,
ὥσπερ εἴπομεν. οἱ μὲν γὰρ καὶ δρῦν ἀνθεῖν
οἴονται καὶ τὴν Ἡρακλεῶτιν καρύαν καὶ διοσβάλανον,
ἔτι δὲ πεύκην καὶ πίτυν· οἱ δ᾿ οὐδὲν
τούτων, ἀλλὰ τὸν ἴουλον τὸν ἐν ταῖς καρύαις καὶ
τὸ βρύον τὸ δρύῖνον καὶ τὸν κύτταρον τὸν πίτυῖνον
<note type="footnote">¹ χώρᾳ καὶ Ald.; ἢ καὶ conj. St.</note>
<note type="footnote">² i.e the ‘males’ are sterile whether they flower or not.
καὶ τούτων τὰ μὲν πολλὰ Ι conj.; τούτων τὰ πολλὰ τὰ μὲν Ald.</note>
<note type="footnote">3 ? i.e. the flowers of the ‘female’ tree.</note>
<note type="footnote">⁴ i.e. (α) in those trees whose ‘male’ form is sterile,
whether it bears flowers or not; (b) in those whose ‘male’</note>

<pb n="178"/>
ὅμοιον καὶ ἀνάλογον εἶναι τοῖς προαποπτώτοις
ἐρινοῖς. οἱ δὲ περὶ Μακεδονίαν οὐδὲ
ταῦτά φασιν ἀνθεῖν ἄρκευθον ὀξύην ἀρίαν σφένδαμνον.
ἔνιοι δὲ τὰς ἀρκεύθους δύο εἶναι, καὶ τὴν
μὲν ἑτέραν ἀνθεῖν μὲν ἄκαρπον δ᾿ εἶναι, τὴν δὲ
ἑτέραν οὐκ ἀνθεῖν μὲν καρπὸν δὲ φέρειν εὐθὺς
προφαινόμενον, ὥσπερ καὶ τὰς συκᾶς τὰ ἐρινά.
συμβαίνει δ᾿ οὖν ὥστε ἐπὶ δύο ἔτη τὸν καρπὸν
ἔχειν μόνον τοῦτο τῶν δένδρων. ταῦτα μὲν οὖν
ἐπισκεπτέον.</p></div></div><div type="textpart" subtype="chapter" n="4"><div type="textpart" subtype="section" n="1"><p>IV. Ἡ δὲ βλάστησις τῶν μὲν ἅμα γίνεται καὶ
τῶν ἡμέρων, τῶν δὲ μικρὸν ἐπιλειπομένη, τῶν δ᾿
ἤδη πλέον, ἁπάντων δὲ κατὰ τὴν ἠρινὴν ὥραν.
ἀλλὰ τῶν καρπῶν ἡ παραλλαγὴ πλείων· ὥσπερ
δὲ καὶ πρότερον εἴπομεν, οὐ κατὰ τὰς βλαστήσεις
αἱ πεπάνσεις ἀλλὰ πολὺ διαφέρουσιν· ἐπεὶ καὶ
τῶν ὀψικαρποτέρων, ἃ δή τινές φασιν ἐνιαυτοφορεῖν,
οἷον ἄρκευθον καὶ πρῖνον, ὅμως αἱ βλαστήσεις
τοῦ ἦρος. αὐτὰ δ᾿ αὑτῶν τὰ ὁμογενῆ τῷ
πρότερον καὶ ὕστερον διαφέρει κατὰ τοὺς τόπους·
πρῶτα μὲν γὰρ βλαστάνει τὰ ἐν τοῖς ἕλεσιν, ὡς
οἱ περὶ Μακεδονίαν λέγουσι, δεύτερα δὲ τὰ ἐν τοῖς
πεδίοις, ἔσχατα δὲ τὰ ἐν τοῖς ὄρεσιν.</p></div></div></div></div></body></text></TEI>