<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0093.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="6"><div type="textpart" subtype="section" n="5"><p>Ἄλλοι δέ τινες λέγουσιν ὡς οἵ γε κατὰ Συρίαν
οὐδεμίαν προσάγουσιν ἐργασίαν ἀλλ᾿ ἢ διακαθαίρουσι
καὶ ἐπιβρέχουσιν, ἐπιζητεῖν δὲ μᾶλλον
τὸ ναματιαῖον ὕδωρ ἡ τὸ ἐκ τοῦ Διός· εἶναι δὲ
πολὺ τοιοῦτον ἐν τῷ αὐλῶνι ἐν ᾧ καὶ τὰ φοινικόφυτα
τυγχάνει, τὸν αὐλῶνα δὲ τοῦτον λέγειν
τοὺς Σύρους ὅτι διατείνει διὰ τῆς Ἀραβίας μέχρι
τῆς ἐρυθρᾶς θαλάσσης καὶ πολλοὺς φάσκειν
ἐληλυθέναι· τούτου δὲ ἐν τῷ κοιλοτάτῳ πεφυκέναι
τοὺς φοίνικας. ταῦτα μὲν οὖν τάχ᾿ ἀμφοτέρως
ἂν εἴη· κατὰ γὰρ τὰς χώρας, ὥσπερ καὶ
<note type="footnote">¹ cf. 7. 5. 1. Plin. 13. 37.</note>
<note type="footnote">2 συμπαραβάλλουσι conj. Sch. from G; συμwαραλαμβάνουσ.
UAld. 4 cf. Plin. 13. 38.</note>

<pb n="138"/>
αὐτὰ τὰ δένδρα, διαφέρειν καὶ τὰς ἐργασίας οὐκ
ἄτοπον.</p></div><div type="textpart" subtype="section" n="6"><p>Γένη δὲ τῶν φοινίκων ἐστὶ πλείω· πρῶτον μὲν
καὶ ὥσπερ ἐν μεγίστῃ διαφορᾷ τὸ μὲν κάρπιμον
τὸ δὲ ἄκαρπον, ἐξ ὦν οἱ περὶ Βαβυλῶνα τάς τε
κλίνας καὶ τἆλλα σκεύη ποιοῦνται. ἔπειτα τῶιν
καρπίμων οἱ μὲν ἄρρενες αἱ δὲ θήλειαι· διαφέρουσι
δὲ ἀλλήλων, καθ᾿ ἃ ὁ μὲν ἄρρην ἄνθος πρῶτον
φέρει ἐπὶ τῆς σπάθης, ἡ δὲ θήλεια καρπὸν εὐθὺ
μικρόν. αὐτῶν δὲ τῶν καρπῶν διαφοραὶ πλείους·
οἱ μὲν γὰρ ἀπύρηνοι οἱ δὲ μαλακοπύρηνοι· τὰς
χροιὰς οἱ μὲν λευκοὶ οἱ δὲ μέλανες οἱ δὲ ξανθοί·
τὸ δ᾿ ὅλον οὐκ ἐλάττω χρώματά φασιν εἶναι τῶν
συκῶν οὐδ᾿ ἀπλῶς τὰ γένη· διαφέρειν δὲ καὶ κατὰ
τὰ μεγέθη καὶ κατὰ τὰ σχήματα· καὶ γὰρ σφαιροειδεῖς
ἐνίους ὡσανεὶ μῆλα καὶ τὰ μεγέθη τηλικούτους
ὡς τέτταρας εἰς τὸν πῆχυν εἶναι, <del>ἔπτα
καὶ εὐπόδους</del>· ἄλλους δὲ μικροὺς ἡλίκους ἐρεβίνθους.
καὶ τοῖς χυλοῖς δὲ πολὺ διαφέροντας.</p></div><div type="textpart" subtype="section" n="7"><p>Κράτιστον δὲ καὶ τῶν λευκῶν καὶ τῶν μελάνων
τὸ βασιλικὸν καλούμενον γένος ἐν ἑκατέρῳ καὶ
μεγέθει καὶ ἀρετῇ· σπάνια δ᾿ εἶναι ταῦτα λέγουσι·
σχεδὸν γὰρ ἐν μόνῳ τῷ Βαγῴου κήπῳ τοῦ
παλαιοῦ περὶ Βαβυλῶνα. ἐν Κύπρῳ δὲ ἴδιόν τι
γένος φοινίκων ἐστὶν ὃ οὐ πεπαίνει τὸν καρπόν,
ἀλλ᾿ ὠμὸς ὢν ἡδὺς σφόδρα καὶ γλυκύς ἐστι· τὴν
δὲ γλυκύτητα ἰδίαν ἔχει. ἔνιοι δ᾿ οὐ μόνον διαφέρουσι
<note type="footnote">1 Plin. 13. 39.</note>
<note type="footnote">2 πρῶτον conj. Sch..; πρῶτος UMVAld.</note>
<note type="footnote">³ πῆχυν conj. R. Coast. from Plin. 13. 45. and G, cf. Diod.
2 53; στάχυν MUVAld.</note>
<note type="footnote">⁴ ἕπτα καὶ εὐπόδους UMV: the words perhaps conceal a</note>

<pb n="140"/>
τοῖς καρποῖς ἀλλὰ καὶ αὐτῷ τῷ δένδρῳ
κατά τε τὸ μῆκος καὶ τὴν ἄλλην μορφήν· οὐ γὰρ
μεγάλοι καὶ μακροὶ ἀλλὰ βραχεῖς, ἔτι δὲ καρπιμώτεροι
τῶν ἄλλων καὶ καρποφοροῦντες εὐθὺς
τριετεῖς· πολλοὶ δὲ καὶ οὗτοι περὶ Κύπρον. εἰσὶ
δὲ καὶ περὶ Συρίαν καὶ περὶ Αἴγυπτον φοίνικες
οἳ φέρουσι τετραετεῖς καὶ πενταετεῖς ἀνδρομήκεις
ὄντες.</p></div><div type="textpart" subtype="section" n="8"><p>Ἕτερον δ᾿ ἔτι γένος ἐν Κύπρῳ, ὃ καὶ τὸ φύλλον
πλατύτερον ἔχει καὶ τὸν καρπὸν μείζω πολλῷ
καὶ ἰδιόμορφον· μεγέθει μὲν ἡλίκος ῥόα τῷ σχήματι
δὲ προμήκης, οὐκ εὔχυλος δὲ ὥσπερ ἄλλοι
ἀλλ᾿ ὅμοιος ταῖς ῥόαις, ὥστε μὴ καταδέχεσθαι
ἀλλὰ διαμασησαμένους ἐκβάλλειν. γένη μὲν οὖν,
ὧσπερ εἴρηται, πολλά. θησαυρίζεσθαι δὲ μόνους
δύνασθαι φασι τῶν ἐν Συρίᾳ τοὺς ἐν τῷ αὐλῶνι,
τοὺς δ᾿ ἐν Αἰγύπτῳ καὶ Κύπρῳ καὶ παρὰ τοῖς
ἄλλοις χλωροὺς ἀναλίσκεσθαι.</p></div><div type="textpart" subtype="section" n="9"><p>Ἔστι δὲ ὁ φοῖνιξ ὡς μὲν ἁπλῶς εἰπεῖν μονοστέλεχες
καὶ μονοφυές· οὐ μὴν ἀλλὰ γίνονταί
τινες καὶ διφυεῖς, ὥσπερ ἐν Αἰγύπτῳ, καθάπερ
δικρόαν ἔχοντες· τὸ δ᾿ ἀνάστημα τοῦ στελέχους
ἀφ᾿ οὗ ἡ σχίσις καὶ πεντάπηχυ· πρὸς ἄλληλα δέ
πως ἰσάζοντα. φασὶ δὲ καὶ τοὺς ἐν Κρήτῃ
πλείους εἶναι τοὺς διφυεῖς, ἐνίους δὲ καὶ τριφυεῖς·
ἐν δὲ τῇ Λαπαίᾳ τινὰ καὶ πεντακέφαλον· οὐκ
ἄλογον γοῦν ἐν ταῖς εὐτροφωτέραις χώραις πλείω
γίνεσθαι τὰ τοιαῦτα καὶ τὸ ὅλον δὲ τὰ εἴδη πλείω
καὶ τὰς διαφοράς.</p><note type="footnote">¹ ὅμοιος conj. Bod.; δμοίς UMV Ald. 2 cf. § 5.</note><note type="footnote">² Plin. 13 38; cf. 4. 2. 7, where the name (κουκιόφορον) of
this tree is given.</note></div></div></div></div></body></text></TEI>