Γίνονται δὲ ἐκνεφίαι ὅταν εἰς ἀλλήλους ἐμπίπτωσι πνέοντες μάλιστα μὲν μετοπώρου τῶν δὲ λοιπῶν ἔαρος. ἀστραπαῖος δὲ θρακίας καὶ ἀργέστης καὶ ἀπαρκτίας καὶ μέσης. ἐὰν ἐν τῇ θαλάττῃ πάπποι φέρωνται πολλοὶ οἱ γινόμενοι ἀπὸ τῶν ἀκανθῶν, ἄνεμον σημαίνουσιν ἔσεσθαι μέγαν. ὅθεν ἂν ἀστέρες διᾴττωσι πολλοί, ἄνεμον ¹ Ι have bracketed ἢ βορέας as probably a gloss on ἀπαρκτίας; ἢ is difficult to account for otherwise. See diagram. ² Plin. 18. 360. ἐντεῦθεν· ἐὰν δὲ πανταχόθεν ὁμοίως, πολλὰ πνεύματα σημαίνουσι. Πνευμάτων μὲν οὖν σημεῖα ταῦτα. ΙΙΙ. Χειμῶνος δὲ τάδε. ἥλιος δυόμενος εἰς μὴ καθαρόν. καὶ ὡς ἂν μερισθῇ δυόμενος, οὕτως αἱ ἡμέραι ἐπιτελοῦνται. οἷον εἰ τὸ τρίτον μέρος ἀπολειφθείη ἢ τὸ ἥμισυ. τὸ σελήνιον ἐὰν ὀρὸν ᾖ μέχρι τετράδος καὶ εἰ εὔκυκλον, χειμάσει μέχρι διχοτόμου· γέρανοι ἐὰν πρωῒ πέτωνται καὶ ἀθρόοι, πρωῒ χειμάσει, ἐὰν δὲ ὀψὲ καὶ πολὺν χρόνον, ὀψὲ χειμάσει. καὶ ἐὰν ὑποστραφῶσι πετόμενοι, χειμῶνα σημαίνουσι.