Αἱ δὲ στάσεις τῶν πνευμάτων οὕτως ἔχουσιν ὡς ἐν τῷ γράμματι διώρισται. τῶν δ᾿ ἀνέμων ἔτι πνέουσι τοῖς ἄλλοις ἐπιπίπτουσι μάλιστα ἀπαρκτίας θρακίας ἀργέστης. ὅταν δὲ μὴ ὑπ᾿ ἀλλήλων διαλύωνται τὰ πνεύματα, ἀλλ᾿ αὐτὰ καταμαρανθῶσι, μεταβάλλουσιν εἰς τοὺς ἔχομένους 1 cf. 22. 2 cf. 57. 3 cf. de Ventis 50; Arist Probl. 26. 3. 4 cf. 14, 25, 42, 54. 5 The ‘figure’ (giving points of the compass) has not been preserved. Arist. Meteor. 2. 6. describes such a figure (ὑπο- γραφή), which may be reconstructed thus :— ἐπὶ δεξιά, ὥσπερ ἡ τοῦ ἡλίου ἔχει φορά. ὁ νότος ἀρχόμενος ξηρὸς τελευτῶν δὲ ὑγρός. καὶ ὁ εὖρος. ὁ δ᾿ ἀπηλιώτης ἀπὸ ἀνατολῆς ἰσημερινῆς ὑδατώδης· διὰ λεπτῶν δὲ ἄγει τὰ ὕδατα. Ὑγροὶ δὲ μάλιστα ὅ τε καικίας καὶ λίψ· χαλαζώδης δ᾿ ἀπαρκτίας καὶ θρακίας καὶ ἀργέστης· νιφετώδης δὲ ὅ τε μέσης ἢ βορέας καὶ ἀπαρκτίας· καυματώδης δὲ νότος καὶ ζέφυρος καὶ εὖρος· οἱ μὲν οἷς ἂν ἐκ πελάγους προσπίπτωσιν, οἱ δὲ οἷς ἂν διὰ γῆς. δασύνουσι δ᾿ οὐρανὸν νέφεσι καὶ καλύπτουσι καικίας μάλιστα εἶτα λίψ. καὶ οἱ μὲν ἄλλοι ἄνεμοι ἀφ᾿ ἑαυτῶν τὰ νέφη ὠθοῦσι, καικίας δὲ μόνος πνέων εἰς ἑαυτόν. αἴθριοι δὲ μάλιστα θρακίας καὶ ἀργέστης καὶ τῶν λοιπῶν ἀπαρκτίας· ἐκνεφίαι δὲ μάλιστα ὅ τε ἀπαρκτίας καὶ ὁ θρακίας καὶ ὁ ἀργέστης.