Ἐὰν νότου πνέοντος βορρᾶθεν ἀστράπτῃ, παύεται· ἐὰν ἕωθεν ἀστράπτῃ εἴωθε παύεσθαι τριταῖος, οἱ δὲ ἄλλοι πεμπταῖοι ἑβδομαῖοι ἐναταῖοι, οἱ δὲ δειλινοὶ ταχὺ παύονται. οἱ βορέαι παύονται ὡς ἐπὶ τὸ πολὺ ἐν περιτταῖς οἱ δὲ νότοι ἐν ἀρτίαις. ἄνεμοι αἴρονται ἁμ᾿ ἡλίῳ ἀνατέλλοντι καὶ σελήνῃ. ἐὰν ἀνατέλλων ὁ ἥλιος καὶ σελήνη παύσωσιν, ἐπιτείνει τὰ πνεύματα· χρονιώτερα δὲ καὶ ἰσχυρότερα τὰ πνεύματα γίνεται τὰ ἡμέρας ἢ νύκτωρ ἀρχόμενα. Ἐὰν ἐτησίαι πολὺν χρόνον πνεύσωσι καὶ μετόπωρον γένηται ἀνεμῶδες, ὁ χειμῶν νήνεμος γίνεται, ἐὰν δ᾿ ἐναντίως, καὶ ὁ χειμὼν ἐναντίος. ¹ κηλάδες, i.e. a ‘mackerel sky’ (?) The word seems to occur nowhere else except in Hesych., who renders ἄνυδρος: derivation obscure. It should probably be read in § 51 for κοιλάδες. ² Plin. 18. 354. ³ ἄν. Sc. εἶναι, which perhaps should be added. πρὸς κορυφῆς ὄρους ὁπόθεν ἂν νεφέλη μηκύνηται, ταύτῃ ἄνεμος πνευσεῖται. αἱ νεφέλαι ἐκ τῶν ὄπισθεν προσίζουσαι καὶ ὄπισθεν πνευσοῦνται. Ἄθως μέσος διεζευγμένος νότιος, καὶ ὅλως τὰ ὄρη διεζωσμένα νότια ὡς τὰ πολλά. οἱ κομῆται ἀστέρες ὡς τὰ πολλὰ πνεύματα σημαίνουσιν, ἐὰν δὲ πολλοί, καὶ αὐχμόν. μετὰ χιόνα νότος, μετὰ πάχνην βορέας εἴωθε πνεῖν. μύκητες ἐπὶ λύχνου νότιον πνεῦμα ἢ ὕδωρ σημαίνουσιν.