Ἐὰν ὄρος , πρὸς βορρᾷ ἄνεμον προσημαίνει. ἐὰν ἐν θαλάττῃ ἐξαίφνης πνεύματος γαλήνη γίνηται, μεταβολὴν πνεύματος ἢ ἐπίδοσιν. ἐὰν ἄκραι μετέωροι φαίνωνται ἢ καὶ νῆσοι ἐκ μιᾶς πλείους, νοτίαν μεταβολὴν σημαίνει· γῆ τε μέλαινα ὑποφαινομένη βόρειον , λευκὴ δὲ νότιον. αἱ ἅλωνες περὶ τὴν σελήνην πνευματώδεις μᾶλλον ἢ περὶ ἥλιον· σημαίνουσι δὲ πνεῦμα ῥαγεῖσαι περὶ ἄμφω, καὶ ᾗ ἂν ῥαγῇ ταύτῃ πνεῦμα. ἐπινεφέλων ¹ cf. 40: Plin. 18. 359: Verg. Georg. 1. 356. 2 cf. Arist. Probl. 26. 12 ad fin. 3 ξηραίνει, ὑγραίνει seem to be used quasi-impersonally; but the text is perhaps defective. 4 νότια MSS.; βόρεια conj. Furl., surely with good reason. cf. Arist. Probl. 1. 24. 5 After δεξιὸν Sch. and W. mark a lacuna, which does not seem necessary. 6 cf. Arist. H.A. 9. 6 ad fin. ὅθεν ἂν ἀνατέλληται, ἐντεῦθεν ἄνεμος. αἱ κηλάδες νεφέλαι θέρους ἄνεμον σημαίνουσι. Ἐὰν ἀστραπὴ πανταχόθεν γίνηται, ὕδωρ σημαίνει, καὶ ὅθεν ἂν αἱ ἀστραπαὶ πυκναὶ γίνωνται, ἐντεῦθεν πνεύματα γίνεται. θέρους ὅθεν ἂν ἀστραπαὶ καὶ βρονταὶ γίνωνται, ἐντεῦθεν πνεύματα γίνεται ἰσχυρά· ἐὰν μὲν σφόδρα καὶ ἰσχυρὸν ἀστράπτῃ, θᾶττον καὶ σφοδρότερον πνεύσουσιν, ἐὰν δ᾿ ἠρέμα καὶ μανῶς, κατ᾿ ὀλίγον. τοῦ δὲ χειμῶνος καὶ φθινοπώρου τοὐναντίον· παύουσι γὰρ τὰ πνεύματα αἱ ἀστραπαί· καὶ ὅσῳ ἂν ἰσχυρότεραι γίνωνται ἀστραπαὶ καὶ βρονταί, τοσούτῳ μᾶλλον παύονται· τοῦ δ᾿ ἔαρος ἧττον ἂν ταὐτὰ σημεῖα λέγω, ὥσπερ καὶ χειμῶνος.