Κύων κυλινδούμενος χαμαὶ μέγεθος ἀνέμου σημαίνει. ἀράχνια πολλὰ φερόμενα πνεῦμα ἢ χειμῶνα σημαίνει. ἡ ἄμπωτις βόρειον πνεῦμα σημαίνει, πλημμύρα δὲ νότιον. ἐὰν μὲν γὰρ ἐκ βορείων πλημμύρα ἥκῃ, εἰς νότιον μεταβάλλει, ἐὰν δ᾿ ἐκ νοτίων ἄμπωτις γίνηται, εἰς βόρειον ¹ Plin. 18. 343 suggests that this is the meaning: text perhaps defective. cf. Verg. Georg. 1. 445. 2 cf. 38. 3 Lit. ‘ the crescent moon has a northerly character.’ ἡ ἄνω add. Furl. μεταβάλλει. θάλασσα οἰδοῦσα καὶ ἀκταὶ βοῶσαι καὶ αἰγιαλὸς ἠχῶν ἀνεμώδης. καὶ ὁ μὲν βορέας λήγων ἐλάττων ὁ δὲ νότος ἀρχόμενος. παρήλιος ὁπόθεν ἂν ᾖ ὕδωρ ἢ ἄνεμον σημαίνει. Ἡ πέμπτη καὶ δεκάτη ἀπὸ τροπῶν τῶν χειμερινῶν ὡς τὰ πολλὰ νότιος. βορείων δὲ γινομένων ξηραίνει πάντα, νοτίων δὲ ὑγραίνει. ἐὰν δὲ νοτίων ὄντων ψοφῇ τι τῶν κεκολλημένων, εἰς τὰ νότια σημαίνει τὴν μεταβολήν· ἐὰν δὲ πόδες οἰδῶσι, νοτία ἡ μεταβολή. τὸ δὲ αὐτὸ σημεῖον καὶ ἐκνεφίου. καὶ ὀδαξῶν τὸν δεξιόν. ἐχῖνος ὁ χερσαῖος σημαντικόν· ποιεῖται δὲ δύο ὀπὰς ὅπου ἂν οἰκῇ, τὴν μὲν πρὸς βορρᾶν τὴν δὲ νοτόθεν· ὁποτέραν δ᾿ ἂν ἀποφράττῃ, ἐντεῦθεν πνεῦμα σημαίνει, ἐὰν δ᾿ ἀμφοτέρας, ἀνέμου μέγεθος.