Ἔστι δὲ σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ, τὰ μὲν μέλανα ὕδατος τὰ δ᾿ ἐρυθρὰ πνεύματος. ἐὰν δὲ καὶ ὁ μεὶς βορείου ὄντος ὀρθὸς εἱστήκῃ, ζέφυροι εἰώθασιν ἐπιπνεῖν καὶ ὁ μὴν χειμερινὸς διατελεῖ. ὅταν μὲν ἡ κεραία ἡ ἄνω τοῦ μηνὸς ἐπικύπτῃ, βόρειος ὁ μείς· ὅταν δ᾿ ἡ κάτωθεν, νότιος· ἐὰν δ᾿ ὀρθὸς καὶ μὴ καλῶς ἐγκεκλιμένος μέχρι τετράδος καὶ εὔκυκλος, εἴωθε χειμάζειν μέχρι διχομηνίας. σημαίνει ζοφώδης μὲν ὢν ὕδωρ πυρώδης δὲ πνεῦμα. Αἴθυιαι καὶ νῆτται πτερυγίζουσαι καὶ ἄγριαι καὶ τιθασσαὶ ὕδωρ μὲν σημαίνουσι δυόμεναι, πτερυγίζουσαι δὲ ἄνεμον. οἱ κέπφοι εὐδίας οὔσης ὅποι ἂν πέτωνται ἄνεμον προσημαίνουσι. στρουθοὶ χειμῶνος ἀφ᾿ ἑσπέρας θορυβοῦντες ἢ ἀνέμου μεταβολὴν σημαίνουσιν ἢ ὕδωρ ὑέτιον. ἐρωδιὸς ἀπὸ θαλάσσης πετόμενος καὶ βοῶν πνεύματος σημεῖόν ἐστι· καὶ ὅλως βοῶν μέγα ἀνεμώδης.