Ἄλλα δέ ἐστι σημεῖα ἃ λαμβάνεται ἀπό τε ζώων τῶν κατ᾿ οἰκίαν καὶ ἑτέρων τινῶν τόπων καὶ παθημάτων, μάλιστα δὲ κυριώτατα ἀπὸ τοῦ ἡλίου καὶ τῆς σελήνης· ἡ γὰρ σελήνη νυκτὸς οἷον ἥλιός ἐστι· διὸ καὶ αἱ σύνοδοι τῶν μηνῶν χειμέριοί εἰσιν, ὅτι ἀπολείπει τὸ φῶς τῆς σελήνης ἀπὸ τετράδος φθίνοντος μέχρι τετράδος ἱσταμένου. ὥσπερ οὖν ἡλίου ἀπόλειψις γίνεται κατὰ τὸν ὅμοιον τρόπον καὶ τῆς σελήνης ἔκλειψις. δεῖ οὖν προσέχειν μάλιστα ταῖς ἀνατολαῖς ταῖς τούτων καὶ ταῖς δύσεσιν ὁποίας ἂν ποιῶνται τὸν βουλόμενον προγινώσκειν. ¹ ἀντιμεθίστανται. ? ἀντιμεθίσταται. ² Plin. 5. 140. Of Matriketas nothing is knowD. ³ Said ”Plin. 2 31) to have first recognised the Ram and the Archer. Athen. (7. 278 b) connects him with Tenedos. Πρῶτον μὲν οὖν ληπτέον ὅτι αἱ διχοτομίαι διορίζουσι τὰς ὥρας, ὥστε ἐπὶ τούτων δεῖ ἀθρεῖν καὶ ἐνιαυτὸν καὶ μῆνα καὶ ἡμέραν. διχοτομεῖ δὲ τὸν μὲν ἐνιαυτὸν Πλειάς τε δυομένη καὶ ἀνατέλλουσα· ἀπὸ γὰρ δύσεως μέχρι ἀνατολῆς τὸ ἥμισυ τοῦ ἐνιαυτοῦ ἐστίν. ὥστε δίχα τέμνεται ὁ πᾶς χρόνος.