Φασὶ δέ τινες καὶ εἰ ἐν ἄνθραξι λαμπρὰ χάλαζα ἐπιφαίνηται, χάλαζαν προσημαίνειν ὡς τὰ πολλά· ἐὰν δὲ ὥσπερ κέγχροι μικροὶ λαμπροὶ πολλοί, ἀνέμου μὲν ὄντος εὐδίαν, μὴ ἀνέμου δὲ ὕδωρ ἢ ἄνεμον. ἔστι δ᾿ ἄμεινον πρῶτον γίνεσθαι βόρειον ὕδωρ νοτίου καὶ τοῖς φυομένοις καὶ τοῖς ζῴοις· δεῖ δὲ γλυκὺ εἶναι καὶ μὴ ἁλμυρὸν τοῖς γευομένοις. καὶ ὅλως ἔτος βέλτιον νοτίου βόρειον καὶ ὑγιεινότερον. καὶ ὅταν πάλιν ὀχεύωνται πρόβατα ἢ αἶγες, χειμῶνος μακροῦ σημεῖον. ΙΙ. Ὕδατος μὲν οὖν ταῦτα λέγεται σημεῖα· ἀνέμου δὲ καὶ πνευμάτων τάδε. ἀνατέλλων ὁ ἥλιος καυματίας, κἂν μὴ ἀποστίλβῃ, ἀνεμῶδες τὸ σημεῖον· καὶ ἐὰν κοῖλος φαίνηται ὁ ἥλιος, ἀνέμου ἢ ὕδατος τὸ σημεῖον. καὶ ἐὰν ἐπὶ πολλὰς ἡμέρας καυματίας, αὐχμοὺς καὶ ἀνέμους πολυχρονίους σημαίνει. ἐὰν αἱ ἀκτῖνες αἱ μὲν πρὸς βορρᾶν αἱ δὲ πρὸς νότον σχίζωνται τούτου μέσου ¹ So called also by Pind. Nem. 5. 19. Paus. 2. 30. 3 calls it the temple of Ζεῦς Πανελλήνιος. καὶ bracketed by Sch. 2 cf. C.P. 2. 2. ὄντος κατ᾿ ὄρθρον, κοινὸν ὕδατος καὶ ἀνέμου σημεῖόν ἐστιν.