Ἐν τῷ Καρκίνῳ δύο ἀστέρες εἰσίν, οἱ καλούμενοι Ὄνοι, ὧν τὸ μεταξὺ τὸ νεφέλιον ἡ Φάτνη καλουμένη. τοῦτο ἐὰν ζοφῶδες γένηται, ὑδατικόν. ἐὰν μὴ ἐπὶ Κυνὶ ὕσῃ ἢ ἐπὶ Ἀρκτούρῳ, ὡς ἐπὶ τὸ πολὺ πρὸς ἰσημερίαν ὕδωρ ἢ ἄνεμος. καὶ τὸ δημόσιον τὸ περὶ τὰς μυίας λεγόμενον ἀληθές· ὅταν γὰρ δάκνωσι σφόδρα, ὕδατος σημεῖον. σπίνος φθεγγόμενος ἕωθεν μὲν ὕδωρ σημαίνει ἢ χειμῶνα, δείλης δὲ ὕδωρ. Τῆς δὲ νυκτὸς ὅταν τὸν Ὕμηττον κάτωθεν τῶν ἄκρων νεφέλη διαζώσῃ λευκὴ καὶ μακρά, ὕδωρ γίνεται ὡς τὰ πολλὰ μετρίων ἡμερῶν. καὶ ἐὰν ¹ Evidently an Attic saying, of days when only the upper part of the Εuboean mountains was visible. ἐν Αἰγίνῃ καὶ ἐπὶ τοῦ Διὸς τοῦ Ἑλλανίου νεφέλη καθίζηται, ὡς τὰ πολλὰ ὕδωρ γίνεται. ἐὰν ὕδατα πολλὰ γίνηται χειμερινά, τὸ ἔαρ ὡς τὰ πολλὰ γίνεται αὐχμηρόν· ἐὰν δ᾿ αὐχμηρὸς ὁ χειμών, τὸ ἔαρ ὑδατῶδες. ὅταν χιόνες πολλαὶ γίνωνται, ὡς τὰ πολλὰ εὐετηρία γίνεται.